- καθαρά τε γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσ2περ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρ ἥντιν οὖν ἑτέραν τῶν τὴν αὐτὴν διάλεκτον εἰργασμένων, τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου: (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 2 3:2)
(디오니시오스, Epistula ad Pompeium Geminum, chapter 2 3:2)
- οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν μελλόντων λέγεσθαι μᾶλλον ἔσται καταφανὴς καὶ μάλιστα ἐκ τῶν ἀποδεικτικῶν καὶ παθητικῶν λόγων, ἐν οἷς ὁ μὲν Λυσίας ἁπλούστερός τίς ἐστι καὶ κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ κατὰ τὴν κοινότητα τῶν σχημάτων, οὑτοσὶ δὲ ποικιλώτερος. (Dionysius of Halicarnassus, chapter 122)
(디오니시오스, chapter 122)
- ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. (Plutarch, Comparationis Aristophanis et Menandri compendium, section 1 8:2)
(플루타르코스, Comparationis Aristophanis et Menandri compendium, section 1 8:2)
- τῶν δὲ κατὰ τὰς φύσεις καὶ τὰ ἤθη κοινοτήτων ὥσπερ ἐφαμίλλων οὐσῶν καὶ γὰρ ἀνδρεῖοι καὶ φιλόπονοι καὶ θυμοειδεῖς καὶ μεγαλόφρονες ἀμφότεροι γεγόνασιν, ἐκεῖνο δόξειεν ἂν διαφορὰν ἔχειν μόνον, ὅτι Μάρκελλος μὲν ἐν πολλαῖς πόλεσιν ὑποχειρίοις γενομέναις σφαγὰς ἐποίησεν, Ἐπαμεινώνδας δὲ καὶ Πελοπίδας οὐδένα πώποτε κρατήσαντες ἀπέκτειναν οὐδὲ πόλεις ἠνδραποδίσαντο. (Plutarch, Comparison of Pelopidas and Marcellus, chapter 1 1:2)
(플루타르코스, Comparison of Pelopidas and Marcellus, chapter 1 1:2)
- ἀλλ ἐπεὶ τὸν Νομᾶ καὶ Λυκούργου διεληλύθαμεν βίον, ἐκκειμένων ἀμφοῖν, εἰ καὶ χαλεπὸν ἔργον, οὐκ ἀποκνητέον συναγαγεῖν τὰς διαφοράς, αἱ μὲν γὰρ κοινότητες ἐπιφαίνονται ταῖς πράξεσιν, οἱο῀ν ἡ σωφροσύνη τῶν ἀνδρῶν, ἡ εὐσέβεια, τὸ πολιτικόν, τὸ παιδευτικόν, τὸ μίαν ἀρχὴν παρὰ τῶν θεῶν ἀμφοτέρους λαβεῖν τῆς νομοθεσίας: (Plutarch, Comparison of Lycurgus and Numa, chapter 1 1:1)
(플루타르코스, Comparison of Lycurgus and Numa, chapter 1 1:1)
- τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δ ὁ περὶ τὴν μέθην νόμος, τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμικοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην, ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ ἄχρηστον. (Aristotle, Politics, Book 2 318:1)
(아리스토텔레스, 정치학, Book 2 318:1)
- ἑώς δ ἂν κοινοῦ τινος ἐφάπτῃ, ἐκείνων πέρι σοι ἔσται ὁ λόγος ὧν ἂν ἡ κοινότης ᾖ. (Plato, Cratylus, Theaetetus, Sophist, Statesman, 402:5)
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, 402:5)
- ἡ γὰρ κοινότης ἡ ὑπάρχουσα αὐτοῖς πρὸς τὰ ἀμετάβολα ἱκανὴ τὸ μέχρι τούτου συντελέσαι, συμφόρησιν δὲ ἐκ τούτων κίνησιν ἐχόντων οὐχ οἱό῀ν τε γίνεσθαι. (Diogenes Laertius, Lives of Eminent Philosophers, I, EPIKOUROS 59:5)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, I, EPIKOUROS 59:5)
- ἡ μὲν γὰρ περὶ τὰς κτήσεις ἰσότης καὶ περὶ τὴν δίαιταν ἀφέλεια καὶ κοινότης σώφρονας μὲν ἔμελλε τοὺς κατ ἰδίαν βίους παρασκευάζειν, ἀστασίαστον δὲ τὴν κοινὴν παρέξεσθαι πολιτείαν, ἡ δὲ πρὸς τοὺς πόνους καὶ πρὸς τὰ δεινὰ τῶν ἔργων ἄσκησις ἀλκίμους καὶ γενναίους ἀποτελέσειν ἄνδρας. (Polybius, Histories, book 6, chapter 48 3:1)
(폴리비오스, Histories, book 6, chapter 48 3:1)