- τὴν δὲ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθ᾿ ὅτου ἐς τοὺς ἡρ´ωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς ἔδοξεν, οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε οὐ Σκύθαις μόνον ἐπιχώριον ὀ`ν ἀπαθανατίζειν καὶ πέμπειν παρὰ τὸν Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις ἐξεῖναι θεοποιεῖν τοὺς Σκύθας ἐπὶ τῆς Ἑλλάδος. (Lucian, Scytha 2:2)
(루키아노스, Scytha 2:2)
- κἀγὼ φημι ἐνδεῶς εἰρῆσθαι τὸν περὶ ἰχθύων λόγον, πολλὰ εἰρηκότων καὶ Ἀσκληπιαδῶν παίδων, Φιλοτίμου λέγω ἐν τοῖς περὶ τροφῆς καὶ Μνησιθέου τοῦ Ἀθηναίου, ἔτι δὲ Διφίλου τοῦ Σιφνίου οὗτος γὰρ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσί φησιν ὅτι τῶν θαλασσίων ἰχθύων οἱ μὲν πετραῖοί εἰσιν εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 51 1:2)
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 51 1:2)
- "τούτου γάρ, ὡς ἐοίκε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τό γένος ὄντες, ἀλλ οὐκ ἐκ τῆς Θετταλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 67 2:9)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 67 2:9)
- "δειπνήσομεν, ἑώς ἂν καὶ παρ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 831)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 831)
- ἀπαλλάττων λόγος οὐδ Ἀσκληπιάδαις τοῦτὸ γ ἔδωκε θεός. (Plutarch, Platonicae quaestiones, chapter 1, section 3 2:1)
(플루타르코스, Platonicae quaestiones, chapter 1, section 3 2:1)
- οὔκ, εἴ γ ἐννοεῖς, εἶπον, ὅτι τῇ παιδαγωγικῇ τῶν νοσημάτων ταύτῃ τῇ νῦν ἰατρικῇ πρὸ τοῦ Ἀσκληπιάδαι οὐκ ἐχρῶντο, ὥς φασι, πρὶν Ἡρόδικον γενέσθαι: (Plato, Republic, book 3 418:1)
(플라톤, Republic, book 3 418:1)
- Ἀσκληπιάδαι δὲ ἐκ Μαχάονος ἀρξάμενοι καὶ Ποδαλειρίου κοινὴ πᾶσιν ἀσφάλεια καὶ σωτηρία τοῖς ἀνθρώποις γεγόνασι, τὴν τοῦ προγόνου διασωσάμενοι τέχνην, ὥσπερ ἄλλο τι σύμβολον τοῦ γένους. (Aristides, Aelius, Orationes, 5:1)
(아리스티데스, 아일리오스, 연설, 5:1)