- "ἐπειδὴ δὲ ἔλθοιμεν εἴς τι καταγώγιον, λαβὼν ἂν ὁ ἀνὴρ ἢ τὸν μοχλὸν τῆς θύρας ἢ τὸ κόρηθρον ἢ καὶ τὸ ὕπερον περιβαλὼν ἱματίοις ἐπειπών τινα ἐπῳδὴν ἐποίει βαδίζειν, τοῖς ἄλλοις ἅπασιν ἄνθρωπον εἶναι δοκοῦντα. (Lucian, Philopsuedes sive incredulus, (no name) 27:5)
(루키아노스, Philopsuedes sive incredulus, (no name) 27:5)
- καὶ μεθ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους περιστερᾶς καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. (Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 51 1:4)
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 51 1:4)
- τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις. (Plutarch, chapter 13 5:1)
(플루타르코스, chapter 13 5:1)
- σπουδῆς δ ἄξια καὶ λόγου τὰ περὶ τὴν τῶν βιβλίων κατασκευήν, καὶ γὰρ πολλὰ καὶ γεγραμμένα καλῶς συνῆγεν, ἥ τε χρῆσις ἦν φιλοτιμοτέρα τῆς κτήσεως, ἀνειμένων πᾶσι τῶν βιβλιοθηκῶν, καὶ τῶν περὶ αὐτὰς περιπάτων καὶ σχολαστηρίων ἀκωλύτως ὑποδεχομένων τοὺς Ἕλληνας ὥσπερ εἰς Μουσῶν τι καταγώγιον ἐκεῖσε φοιτῶντας καὶ συνδιημερεύοντας ἀλλήλοις, ἀπὸ τῶν ἄλλων χρειῶν ἀσμένως ἀποτρέχοντας. (Plutarch, Lucullus, chapter 42 1:1)
(플루타르코스, Lucullus, chapter 42 1:1)
- ὁπότε γε μὴν ἀφορμὴ ὑπάρχοι, καλὸν μὲν καὶ ἀγαθὸν ναυκλήροις οἰκοδομεῖν καταγώγια περὶ λιμένας πρὸς τοῖς ὑπάρχουσι, καλὸν δὲ καὶ ἐμπόροις ἐπὶ προσήκοντας τόπους <ἐπ> ὠνῇ τε καὶ πράσει, καὶ τοῖς εἰσαφικνουμένοις δὲ δημόσια καταγώγια. (Xenophon, Minor Works, , chapter 3 15:1)
(크세노폰, Minor Works, , chapter 3 15:1)
- εἰ οὖν ἴδοιεν καὶ νὼ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ὑφ αὑτῶν δι ἀργίαν τῆς διανοίας, δικαίως ἂν καταγελῷεν, ἡγούμενοι ἀνδράποδ ἄττα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια μεσημβριάζοντα περὶ τὴν κρήνην εὕδειν: (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 217:7)
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, 217:7)
- ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς ὃ καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν ἡ φροντὶς ἦν, μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. (Flavius Josephus, Antiquitates Judaicae, Book 5 10:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 5 10:1)