- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

βᾶρις?

Noun; Transliteration: bāris

Principal Part: βᾶρις

Sense

  1. a flat-bottomed boat

Examples

  • βᾶρις δ ἦν αὕτη μεγάλη καὶ οὐδὲν ἀκροπόλεως ἀποδέουσα. (Flavius Josephus, 294:2)
  • τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον, ὥστε διὰ τοῦ χώματος φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμὸν ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι, πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος, ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχε. (Plutarch, Mulierum virtutes, 5:1)
  • ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι , πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος. (Plutarch, Mulierum virtutes, 14:2)
  • Αἴδεω λυπηρὲ διήκονε, τοῦτ Ἀχέροντος ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ, δέξαι μ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην. (Unknown, Greek Anthology, Volume II, book 7, chapter 671)
  • φρούριον δ ἦν τῷ βορείῳ κλίματι τοῦ ἱεροῦ προσκείμενον, πάλαι μέν, ὡς ἔφην, βᾶρις ὀνομαζόμενον, αὖθις δὲ ταύτης τυχὸν τῆς προσηγορίας ἐπικρατήσαντος Ἀντωνίου, καθάπερ ἀπό τε τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα Σεβαστὴ καὶ Ἀγριππιὰς πόλεις ἐπωνομάσθησαν. (Flavius Josephus, De bello Judaico libri vii, 168:2)

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION