- διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην: (Dionysius of Halicarnassus, De Dinarcho, chapter 11 3:6)
(디오니시오스, De Dinarcho, chapter 11 3:6)
- εἶτ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι. (Lucian, Lexiphanes, (no name) 9:6)
(루키아노스, Lexiphanes, (no name) 9:6)
- καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνεδίδου τοῖς χορευταῖς. (Athenaeus, The Deipnosophists, book 1, chapter 391)
(아테나이오스, The Deipnosophists, book 1, chapter 391)
- ἔλεγον δὲ Θεόδωρον μέν τινα δρᾶν τὰ τοῦ κήρυκος, Πουλυτίωνα δὲ τὰ τοῦ δᾳδούχου, τὰ δὲ τοῦ ἱεροφάντου τὸν Ἀλκιβιάδην, τοὺς δ ἄλλους ἑταίρους παρεῖναι καὶ μυεῖσθαι μύστας προσαγορευομένους. (Plutarch, , chapter 19 1:2)
(플루타르코스, , chapter 19 1:2)
- "Θεσσαλὸς Κίμωνος Λακιάδης Ἀλκιβιάδην Κλεινίου Σκαμβωνίδην εἰσήγγειλεν ἀδικεῖν περὶ τὼ θεώ, τὴν Δήμητραν καὶ τὴν Κόρην, ἀπομιμούμενον τὰ μυστήρια καὶ δεικνύοντα τοῖς αὑτοῦ ἑταίροις ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἔχοντα στολὴν οἱάνπερ ὁ ἱεροφάντης ἔχων δεικνύει τὰ ἱερά, καὶ ὀνομάζοντα αὑτὸν μὲν ἱεροφάντην, Πουλυτίωνα δὲ δᾳδοῦχον, κήρυκα δὲ Θεόδωρον Φηγαιᾶ, τοὺς δ ἄλλους ἑταίρους μύστας προσαγορεύοντα καὶ ἐπόπτας παρὰ τὰ νόμιμα καὶ τὰ καθεστηκότα ὑπό τε Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἱερέων τῶν ἐξ Ἐλευσῖνος. (Plutarch, , chapter 22 3:2)
(플루타르코스, , chapter 22 3:2)
- ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μυουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι. (Dio, Chrysostom, Orationes, 8:2)
(디오, 크리소토모스, 연설 (2), 8:2)
- ἐκεῖ ἱεροφάντης: (Epictetus, Works, book 3, 13:2)
(에픽테토스, Works, book 3, 13:2)
- ὁ δέ γ ἱεροφάντης τοῖς ἀμυήτοις λέγει <τὰ μυστήρια>: (Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. z'. XRGSIPPOS 8:6)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. z'. XRGSIPPOS 8:6)
- ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. (Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. z'. XRGSIPPOS 8:7)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. z'. XRGSIPPOS 8:7)