- αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου, κυδιόων δ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο. (Colluthus, Rape of Helen, book 1159)
(콜루토스, Rape of Helen, book 1159)
- καὶ μετ ὀλίγον αἰτοῦσιν οὐκ ὀβολοὺς οὐδὲ δραχμὰς ὀλίγας, ἀλλὰ πλούτους ὅλους, ὥστε τίς ἔμπορος τοσοῦτον ἀπὸ τοῦ φόρτου ἐμπολήσειεν ἂν ὅσον τούτοις φιλοσοφία ἐς χρηματισμὸν συντελεῖ· (Lucian, Fugitivi, (no name) 20:2)
(루키아노스, Fugitivi, (no name) 20:2)
- καὶ τότε νῆα θοὴν ἅλαδ ἑλκέμεν, ἐν δέ τε φόρτον ἄρμενον ἐντύνασθαι, ἵν οἴκαδε κέρδος ἄρηαι, ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, πλωίζεσκ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ: (Hesiod, Works and Days, Book WD 69:7)
(헤시오도스, 일과 날, Book WD 69:7)
- μείζων μὲν φόρτος, μεῖζον δ ἐπὶ κέρδεϊ κέρδος ἔσσεται, εἴ κ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. (Hesiod, Works and Days, Book WD 71:3)
(헤시오도스, 일과 날, Book WD 71:3)
- εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας ἑλκέμεν ἐς πόντον φόρτον τ ἐς πάντα τίθεσθαι, σπεύδειν δ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι: (Hesiod, Works and Days, Book WD 73:5)
(헤시오도스, 일과 날, Book WD 73:5)
- ἔστω γὰρ τὸ πλοῖον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμὰ καὶ ὁ φόρτος οἱ ἔμποροι αἱ γυναῖκες οἱ ναῦται καὶ ἄλλο εἴ τι ἥδιστον κτημάτων ἁπάντων. (Lucian, 32:3)
(루키아노스, 32:3)
- ἔμελλον δέ που καὶ μηδενὸς ἐξελαύνοντος αἱ πολλαὶ τῷ κοινῷ νομίσματι συνεκπεσεῖσθαι, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων, τὸ γάρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τοὺς ἄλλους Ἕλληνας οὐδ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τοὺς λιμένας, οὐδὲ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυσῶν τίς, οὐκ ἀργυρῶν καλλωπισμάτων δημιουργός, ἅτε δὴ νομίσματος οὐκ ὄντος. (Plutarch, Lycurgus, chapter 9 3:2)
(플루타르코스, Lycurgus, chapter 9 3:2)
- τὸ δὲ καίριον αὐτέων ἡ σικύη· ἐπιθημάτων δὲ, καὶ ἐπιπλασμάτων, ὁ φόρτος εὔδηλος, καὶ πάντη γράφειν περιττὸν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γινώσκειν, ὅτι χρὴ τοῖσδε λεπτῦναι, διαπνεῦσαι , εὔροα καὶ εὔπνοα ποιέειν· καὶ πεπτηρίοισι φαρμάκοισι , θερμοῖσι, ξηροῖσι, καὶ οὔρων ἀγωγοῖσι χρεόμενον, καὶ ἐν τροφῇ καὶ ἐν φαρμακίῃ· κρέσσον δὲ πάντων κάστορος ὄρχις, πινόμενος ἐν μελικρή τῳ πολλάκις τοῦ μηνὸς, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, ἡ διὰ τῶν θηρίων ποικίλη, καὶ ἡ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηστίνου· εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 125)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 125)
- ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος. (Unknown, Greek Anthology, Volume V, book 15, chapter 103)
(작자 미상, Greek Anthology, Volume V, book 15, chapter 103)