호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτωσ αἱ φιλότιμοι φύσεισ ἐν ταῖσ πολιτείαισ, τὸ ἄγαν μὴ φυλαξάμεναι, τοῦ ἀγαθοῦ μεῖζον τὸ κακὸν ἔχουσι. καὶ γὰρ εἰ Λύσανδροσ ἦν φορτικόσ, ὥσπερ ἦν, ὑπερβάλλων τῇ φιλοτιμίᾳ τὸν καιρόν, οὐκ ἠγνόει δήπουθεν Ἀγησίλαοσ ἑτέραν ἀμεμπτοτέραν ἐπανόρθωσιν οὖσαν ἀνδρὸσ ἐνδόξου καὶ φιλοτίμου πλημμελοῦντοσ, ἀλλ’ ἐοίκε ταὐτῷ πάθει μήτε ἐκεῖνοσ ἄρχοντοσ ἐξουσίαν γνῶναι μήτε οὗτοσ ἄγνοιαν ἐνεγκεῖν συνήθουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기