호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. οὐδὲ θερμὸν ὕδωρ τόσον γε τεύξει μαλθακὰ γυῖα, κατὰ Πίνδαρον, ὡσ δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινοσ δυνάμεωσ πόνον ἡδὺν κάματόν τ̓ εὐκάματον. Ζήνωνι τῷ Κιτιεῖ μία ναῦσ περιῆν φορτηγόσ· "ὦ τύχη, ποιεῖσ εἰσ τὸν τρίβωνα συνελαύνουσ’ ἡμᾶσ. τί οὖν κωλύει μιμεῖσθαι τούτουσ; ἀρχήν τινα μετιὼν διήμαρτεσ; ἐν ἀγρῷ διάξεισ ἐπιμελόμενοσ τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενοσ ἡγεμόνοσ ἀπώσθησ; ἀκινδύνωσ καὶ ἀπραγμόνωσ βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίασ ἔχουσι καὶ φροντίδασ γέγονασ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기