φλοιός?
Second declension Noun; Masculine
자동번역
Transliteration: phloios
Principal Part:
φλοιός
φλοιοῦ
Structure:
φλοι
(Stem)
+
ος
(Ending)
Sense
- the bark, bast or bass, smooth bark
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- εἰ δὲ καί τις ὑλοτόμος τέκνων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ καὶ τεχνησάμενος εὐπρεπῶς κατεσκεύασε χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς, (Septuagint, Liber Sapientiae 13:11)
- οὕτω μηδὲ Ἰνδοῖσι πόλιας εἶναι μηδὲ ἱρὰ θεῶν δεδομημένα, ἀλλὰ ἀμπίσχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν. (Arrian, Indica, chapter 7 4:1)
- σιτέονται δὲ τὰ ὡραῖα καὶ τὸν φλοιὸν τῶν δενδρέων, γλυκύν τε ἐόντα τὸν φλοιὸν καὶ τρόφιμον οὐ μεῖον ἤπερ αἱ βάλανοι τῶν φοινίκων. (Arrian, Indica, chapter 11 8:1)
- πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον. (Arrian, Indica, chapter 29 10:2)
- τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν· (Plutarch, De esu carnium I, chapter, section 2 8:2)
- ἐβρώθη δὲ καὶ φλοιός, ὡς λέγεται, καὶ ζῴων ἀγεύστων πρότερον ἥψαντο τὰς Ἄλπεις ὑπερβάλλοντες. (Plutarch, Antony, chapter 17 3:2)
- ἀλλ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, φλοιὸς δ ἀμφιπεριφθινύθει, πίπτουσι δ ἄπ ὄζοι, τῶν δέ θ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. (Anonymous, Homeric Hymns, 27:11)
- παραγενομένου δὲ αἰγυπιοῦ, παρὰ τούτου μανθάνει δὴ ὅτι Φύλακός ποτε κριοὺς τέμνων ἐπὶ τῶν αἰδοίων παρὰ τῷ Ἰφίκλῳ τὴν μάχαιραν ᾑμαγμένην ἔτι κατέθετο, δείσαντος δὲ τοῦ παιδὸς καὶ φυγόντος αὖθις κατὰ τῆς ἱερᾶς δρυὸς αὐτὴν ἔπηξε, καὶ ταύτην ἀμφιτροχάσας ἐκάλυψεν ὁ φλοιός. (Apollodorus, Library and Epitome, book 1, chapter 9 12:12)
- Περὶ πυρικαύστου‧ ἑψεῖν χρὴ πρίνου Ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἑώς ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 22.1)