- Κλεαίνετος μὲν οὐκ ἐδήδοκ οἶδ ὅτι ὁ τραγικὸς αὐτούς οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν ὀσπρίου λέπος: (Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 454)
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 454)
- πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. (Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 71 1:6)
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 71 1:6)
- "ἔπειτα ἑκάστῳ παρατίθεται ἄρτος καθαρὸς εἰς πλάτος πεποιημένος, ἐφ ᾧ ἐπίκειται ἄρτος ἕτερος, ὃν κριβανίτην καλοῦσι, καὶ κρέας ὑειόν καὶ λεκάριον πτισάνης ἢ λαχάνου τοῦ κατὰ καιρὸν γινομένου ᾠά τε δύο καὶ τυροῦ τροφαλὶς σῦκά τε ξηρὰ καὶ πλακοῦς καὶ στέφανος, καὶ ὃς ἂν ἔξω τι τούτων ἱεροποιὸς παρασκευάσῃ ὑπὸ τῶν τιμούχων ζημιοῦται, ἀλλὰ μὴν οὐδὲ τοῖς σιτουμένοις ἐν πρυτανείῳ ἔξωθεν προσεισφέρειν τι βρώσιμον ἔξεστι, μόνα δὲ ταῦτα καταναλίσκουσι, τὰ ὑπολειπόμενα τοῖς οἰκέταις μεταδιδόντες, ταῖς δ ἄλλαις ἡμέραις πάσαις τοῦ ἐνιαυτοῦ ἔξεστι τῶν σιτουμένων τῷ βουλομένῳ ἀνελθόντι εἰς τὸ πρυτανεῖον δειπνεῖν, οἴκοθεν παρασκευάσαντα αὑτῷ λάχανόν τι ἢ τῶν ὀσπρίων καὶ τάριχος ἢ ἰχθύν, κρέως δὲ χοιρείου βραχύτατον, καὶ τούτων μεταλαμβάνων. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 325)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 325)
- ἡ μὲν οὖν ἕψησις τῶν ὀσπρίων λέγεται γίνεσθαι διὰ τὸ σωθέντας αὐτοὺς εἰς ταὐτὸ συμμῖξαι τὰ περιόντα τῶν σιτίων καὶ μίαν χύτραν κοινὴν ἑψήσαντας συνεστιαθῆναι καὶ συγκαταφαγεῖν ἀλλήλοις. (Plutarch, chapter 22 4:3)
(플루타르코스, chapter 22 4:3)
- οἱ δ ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν περιττωμάτων φύσιν, ὥστε μὴ μόνον παραιτεῖσθαι τῶν ὀσπρίων τὰ πολλὰ καὶ τῶν κρεῶν τὰ μήλεια καὶ ὑειά, πολλὴν ποιοῦντα περίττωσιν, ἀλλὰ καὶ τοὺς ἅλας τῶν σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν, ἄλλας τε πλείονας αἰτίας ἔχοντας καὶ τὸ ποτικωτέρους καὶ βρωτικωτέρους ποιεῖν ἐπιθήγοντας τὴν ὄρεξιν. (Plutarch, De Iside et Osiride, section 51)
(플루타르코스, De Iside et Osiride, section 51)
- χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δ ὄσπριον καὶ διάφορον, ἔτι δ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων: (Diodorus Siculus, Bibliotheca Historica, book 2, chapter 36 3:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 36 3:1)
- κυάμους δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ, τούς τε γινομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται, οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρέοντες ἀνέχονται, νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον. (Herodotus, The Histories, book 2, chapter 37 6:1)
(헤로도토스, The Histories, book 2, chapter 37 6:1)
- κύαμον μὲν οὖν ἐφ ὅτῳ μὴ καθαρὸν εἶναι νομίζουσιν ὄσπριον, ἔστιν ἱερὸς ἐπ αὐτῷ λόγος: (Pausanias, Description of Greece, , chapter 15 6:1)
(파우사니아스, Description of Greece, , chapter 15 6:1)