- ἀλλὰ ἴδοις ἄν, ὦ Ἀνάχαρσι, ἐπὶ πλέον ἡμῖν συνδιατρίψας, καὶ ὅπλα ἑκάστῳ μάλα πολλά, οἷς χρώμεθα ὁπόταν ἀναγκαῖον ᾖ, καὶ λόφους καὶ φάλαρα καὶ ἵππους, καὶ ἱππέας σχεδὸν τὸ τέταρτον τῶν πολιτῶν. (Lucian, Anacharsis, (no name) 34:5)
(루키아노스, Anacharsis, (no name) 34:5)
- ὁρμᾶσθαι χρεὼν πάντ ἄνδρ ὁπλίτην ἁρμάτων τ ἐπεμβάτην, μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα. (Euripides, Suppliants, episode 5:35)
(에우리피데스, Suppliants, episode 5:35)
- τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια: (Plutarch, De cupiditate divitiarum, section 10 3:1)
(플루타르코스, De cupiditate divitiarum, section 10 3:1)
- ἐτρώθη μὲν γὰρ ὁ Πομπήϊος μόνον, ἐκείνου δὲ ἀπέκοψε τὴν χεῖρα, πλειόνων δὲ συνδραμόντων ἐπ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον. (Plutarch, Pompey, chapter 19 2:7)
(플루타르코스, Pompey, chapter 19 2:7)
- πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δ ὀκτωκαίδεκα, φάλαρα δ ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, % ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 37 5:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 37 5:1)