호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων δ ἐν Φάωνί φησι:? τρίγλη δ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι: παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ, τῇ δὲ Ἑκάτῃ ἀποδίδοται ἡ τρίγλη διὰ τὴν τῆς ὀνομασίας κοινότητα: τριοδῖτις γὰρ καὶ τρίγληνος, καὶ ταῖς τριακάσι δ αὐτῇ τὰ δεῖπνα φέρουσι. κατὰ τὸ παραπλήσιον δ οἰκειοῦσιν Ἀπόλλωνι μὲν κίθαρον, Ἑρμῇ δὲ βόακα, Διονύσῳ δὲ κιττὸν καὶ Ἀφροδίτῃ φαλαρίδα, ὡς Ἀριστοφάνης ἐν Ὄρνισι, κατὰ συνέμφασιν τοῦ φαλλοῦ. καὶ τὴν νῆτταν δὲ καλουμένην Ποσειδῶνί τινες οἰκειοῦσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기