호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Αἰάς δ οὐκ ἔτ ἔμιμνε:? βιάζετο γὰρ βελέεσσι: δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ βάλλοντες: δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ αἰεὶ κὰπ φάλαρ εὐποίηθ: ὃ δ ἀριστερὸν ὦμον ἔκαμνεν ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον: οὐδὲ δύναντο ἀμφ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. αἰεὶ δ ἀργαλέῳ ἔχετ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι: πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기