ἑκταῖος?
First/Second declension Adjective;
자동번역
Transliteration: hektaios
Principal Part:
ἑκταῖος
ἑκταῖη
ἑκταῖον
Structure:
ἑκται
(Stem)
+
ος
(Ending)
Sense
- on the sixth day
- sixth
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- Ἔστι δὲ οἷσιν ἴκτεροι ἑκταίοις, ἀλλὰ τούτοις ἢ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλει ἢ δαψιλὴς αἱμορραγίη, οἱο῀ν Ἡρακλείδῃ, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 136)
- τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν‧ αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον καὶ κληῖδας, οὐδεὶς δι ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας‧ οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι‧ τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδ ἐδίψων ἔτι ἐπὶ τούτοισιν‧ οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο‧ οὐδ ᾑμορράγησεν ἐκ Ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλ ἢ σμικρὰ ἔσταξεν‧ οὐδ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 156)
- τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 170)
- ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοις. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 173)
- Ἔθνῃσκον δὲ τοῖσι νοσήμασι τούτοις οἱ πλεῖστοι ἑκταῖοι, οἱο῀ν Ἐπαμεινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 182)
- περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 227)
- ἑκταῖος γὰρ ἥκων ἐτύγχανον, καὶ ἐκείνη ἰδοῦσά με καὶ προσειποῦσα τὴν ψυχὴν ἀφῆκεν, οὐκέτι τῶν ὄντων κυρία οὖσα ὥστε δοῦναι ὅσα ἐβούλετό μοι. (Demosthenes, Speeches 41-50, 72:2)
- αὐτοῦ δὴ νύκτας τε καὶ ἤματα πέντε κρεμασθεὶς ἑκταῖος κατέβη νήματι τῆς ἀράχνης. (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 106 1:1)
- Εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὐήθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἰή μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, ἢ εἰ πλανώμενος ἰητρεύοιτο‧ εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο‧ εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ εἰ ἐκείνως ἰητρευόμενος τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 12.6)
- ὁ δὲ βασιλεὺς τούτους παραλαβὼν προῆγε καὶ κατήντησεν ἑκταῖος εἰς τὴν Σιττακινὴν ἐπαρχίαν. (Diodorus Siculus, Library, book xvii, chapter 65 3:1)
Synonyms
-
on the sixth day
-
sixth