- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

δυσχωρία?

First declension Noun; Feminine 자동번역 Transliteration: dyschōria

Principal Part: δυσχωρία

Structure: δυσχωρι (Stem) + α (Ending)

Etym.: χώρα

Sense

  1. difficult, rough ground

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμόν γενναῖαι, ταύτας δὲ οὐκ ἄν ποτε διαφύγοι λαγώς, εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο, ἢ ὕλη ἀποκρύψασα, ἢ κατάδυσις κοίλη καὶ βαθεῖα ἀφελομένη, ἢ τάφρος διαδραμεῖν ἐν τῷ ἀφανεῖ παρασχοῦσα. (Arrian, Cynegeticus, chapter 2 3:2)
  • καὶ αἱ δυσχωρίαι δὲ πρὸς τοὺ λαγὼ μᾶλλόν τί εἰσιν ἢ τῆς κυνός, οἱᾶ τὰ τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα, ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέσιν. (Arrian, Cynegeticus, chapter 17 4:1)
  • ὀλίγαις δ ὕστερον ἡμέραις καθ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβιδος ἐπιφανέντος αὐτῷ καὶ φοβήσαντος τοὺς Ἀχαιούς ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλεπῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύσιν ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς τέχνην οὖσαν οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις τροπὴν ἰσχυρὰν ἐποίησεν. (Plutarch, Philopoemen, chapter 14 5:1)
  • ἀφῃροῦντο γὰρ αἱ δυσχωρίαι τήν δίωξιν. (Plutarch, Titus Flamininus, chapter 5 1:2)
  • τῶν δὲ βαρβάρων συστάντων ἐπ αὐτὸν ἀποπλέοντα, Καρχηδονίοις μὲν ἐν τῷ πορθμῷ ναυμαχήσας ἀπέβαλε τῶν νεῶν πολλάς, ταῖς δ᾿ ἄλλαις κατέφυγε πρὸς τὴν Ἰταλίαν, Μαμερτῖνοι δὲ μυρίων οὐκ ἐλάττους προδιαβάντες ἀντιτάξασθαι μὲν ἐφοβήθησαν, ἐν δὲ ταῖς δυσχωρίαις ἐπιτιθέμενοι καὶ προσπίπτοντες ἅπαν τὸ στράτευμα συνετάραξαν. (Plutarch, chapter 24 1:1)
  • ἀνδρῶν μέντοι ἀγαθῶν καὶ ἐν τούτῳ τῷ πολέμῳ ἐστερήθημεν, τῶν τε ἐν Κορίνθῳ χρησαμένων δυσχωρίᾳ καὶ ἐν Λεχαίῳ προδοσίᾳ: (Plato, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, 75:3)
  • ἐδόκουν δ᾿ ἔτι τὸν Ἀλέξανδρον ἐν δυσχωρίᾳ ἀπειληφέναι οἱ ἀμφὶ τὸν Κλεῖτον καὶ Γλαυκίαν: (Arrian, Anabasis, book 1, chapter 5 11:3)
  • οἱ γὰρ ἱππεῖς αὐτῷ οὐκ ὠφέλιμοι ἐν τῇ δυσχωρίᾳ ἦσαν. (Arrian, Anabasis, book 1, chapter 28 4:3)
  • οὗ συντελεσθέντος οἱ μὲν ἐπὶ τῆς ἀκρωρείας ὄντες, πολὺ τοῖς τε πλήθεσιν ὑπερέχοντες καὶ τῇ δυσχωρίᾳ τῶν τόπων πλεονεκτοῦντες, ἐτρέψαντο τοὺς προσμαχομένους. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 44 5:1)

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION