- ἐπαινεῖται δὲ τῶν πολιτικῶν αὐτοῦ καὶ τὸ περὶ τὸν νόμον διόρθωμα τὸν διδόντα τοῖς πατράσι τοὺς παῖδας πιπράσκειν, ὑπεξελομένου τοὺς γεγαμηκότας, εἰ τοῦ πατρὸς ἐπαινοῦντος καὶ κελεύοντος ὁ γάμος γένοιτο, δεινὸν γὰρ ἡγεῖτο τὴν ὡς ἐλευθέρῳ γεγαμημένην γυναῖκα δούλῳ συνοικεῖν. (Plutarch, Numa, chapter 17 4:1)
(플루타르코스, Numa, chapter 17 4:1)
- δεύτερος δὲ πλοῦς, ἂν συμβῇ, πειρᾶσθαι τοιούτῳ τινὶ διορθώματι διορθοῦν. (Aristotle, Politics, Book 3 226:3)
(아리스토텔레스, 정치학, Book 3 226:3)
- Αὕτη ἡ διάτασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς, καὶ εὐταμίευτος, καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 33.11)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 33.11)
- Ὁκόσοισι μὲν οὖν Ῥὶς ἐς τὸ κάτω καὶ ἐς τὸ σιμὸν Ῥέπουσα κατεαγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἱό῀ν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα ἐς τοὺς μυκτῆρας‧ ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται‧ ἢν δὲ μὴ, παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς Ῥινὸς ἀνάγοντα τοῖσι δακτύλοισιν, ἀλλ ᾗ ἵδρυται‧ ἔξωθεν δὲ τῆς Ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι, ξυναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 37.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 37.1)
- Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν‧ οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ, μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται, μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ ἔσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν‧ ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων‧ δίαιτά τε φαύλη ἀρκέει‧ ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς, κενεαγγέειν κάκιον τοῖσι τοιούτοισιν, ἢ μὴ κενεαγγέειν, καὶ ἐπωδυνέστερον, καὶ πυρετωδέστερον, καὶ βηχωδέστερον‧ τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης, διόρθωμα τῶν πλευρέων γίνεται‧ ἡ δὲ κένωσις κρεμασμὸν τῇσι πλευρῇσι ποιέει‧ ὁ δὲ κρεμασμὸς, ὀδύνην. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 49.2)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 49.2)
- Χρὴ οὖν τοῖσι τοιούτοισιν ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων, ἢ ὅ τι τούτοισιν ἐοίκεν, ἐντιθέναι‧ πολλὰ δ ἄν τις εὑρ´οι τὰ ἐπιτήδεια, ὅσα μήτε ὀδμὴν ἴσχει, ἄλλως τε καὶ προσηνέα ἐστίν‧ ἐγὼ δέ ποτε πλεύμονος προβάτου ἀπότμημα ἐνέθηκα, τοῦτο γάρ πως παρέτυχεν‧ οἱ γὰρ σπόγγοι ἐντιθεμένοι ὑγράσματα δέχονται. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 38.5)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 38.5)