ἄσχετος?
First/Second declension Adjective;
Transliteration: aschetos
Principal Part:
ἄσχετος
ἄσχετη
ἄσχετον
Structure:
ἀ
(Prefix)
+
σχετ
(Stem)
+
ος
(Ending)
Sense
- not to beheld in or checked, irrepressible, ungovernable
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἄλλοτε μὲν γὰρ φθέγγονθ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δ αὖτε ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, ἄλλοτε δ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, ἄλλοτε δ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ ἀκοῦσαι, ἄλλοτε δ αὖ ῥοίζεσχ, ὑπὸ δ ἤχεεν οὔρεα μακρά. (Hesiod, Theogony, Book Th. 78:6)
- τοὐντεῦ θεν ἄλλος ἄλλῃ μαίνεται· οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι· οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται· ἄλλοι δ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, ἢ βίην. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 86)
- εἰ δ ἐπὶ τοιούτοις ἡ "κακία" ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ "ἀρετὴ" ἂν εἰή, σημαῖνον πρῶτον μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἐοίκε, τοῦτο τοὔνομα, <ὃ> ὀρθῶς μὲν ἔχει "ἀειρείτην" καλεῖν, ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης, συγκεκρότηται δὲ καὶ καλεῖται "ἀρετή. (Plato, Cratylus, Theaetetus, Sophist, Statesman, 194:7)
- ληγούσης δὲ τῆς ἡμέρας ὁ Καῖσαρ τὸν στρατὸν ἀσχέτως που περιθέων ἱκέτευε προσπονῆσαι, μέχρι καὶ τὸν χάρακα τοῦ Πομπηίου λάβοιεν, ἐκδιδάσκων, ὅτι, εἰ συσταῖεν αὖθις οἱ πολέμιοι, μίαν ἡμέραν ἔσονται νενικηκότες, εἰ δὲ τὸ στρατόπεδον αὐτῶν ἕλοιεν, τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ κατωρθωκότες ἂν εἰε῀ν. (Appian, The Civil Wars, book 2, chapter 11 10:4)
- καὶ αὐτοὺς ἀσχέτως ἔχοντας τοῦ δρόμου Λουκίλιος ἰδὼν ὑπέστη καὶ ὡς Βροῦτος ὢν ἠξίου πρὸς Ἀντώνιον ἀντὶ τοῦ Καίσαρος ἀναχθῆναι: (Appian, The Civil Wars, book 4, chapter 16 13:6)
- ἔνθ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων. (Apollodorus, Argonautica, book 3 17:21)
- καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν στόμαχον σίνεται, ἀλλὰ δι αὐτέου τὴν καρδίην · ἐπεὶ καὶ οἱ ἐπὶ τοῖσδε θνήσκοντες σημεῖα ἴσχουσι καρδίης πάθεος, σφυγμοὺς μικροὺς, ἀδρανέας, πάταγον τῆς καρδίης, ἐπὶ πηδήσι καρτερῇ, σκοτόδινος, λειποθυμίη, νάρκη, καὶ παρέσιες μελέων, ἱδρὼς ἄσχετος, πουλὺς, ψύξις ὅλου, ἀναισθησίη , ἀφωνίη. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 103)
- ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ ἡ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ῥῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος· οὖρα λεπτὰ, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα · καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 115)
- Ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην · ἀτὰρ οὐδ ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται · οὐδὲ ἐπὶ πολλῇσι καὶ συνεχέεσι ὁμιλίῃσι πρηο¨´νονται τὸ ὄρθιον. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 260)
- ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης ἄλγος, ὡσπερεί τινος πατάξαντος ξύλῳ· ναυτίη, ἔμετος χολωδέων, κατάπτωσις τοῦ ἀνθρώπου · ἢν δ ἐπιτείνῃ κοτὲ τὸ πάθος, ὥνθρωπος ἐτελεύτησε . (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 14)