- ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. (Septuagint, Liber Maccabees II 3:12)
(70인역 성경, Liber Maccabees II 3:12)
- οὐ μὴν ἀλλὰ τῇ περὶ τὴν ὁμιλίαν καὶ πολιτείαν ἐμπειρίᾳ καὶ χάριτι τὴν διαμαρτίαν ταύτην ἀναμαχόμενος προσηγάγετο τὰς Κλεωνὰς τοῖς Ἀχαιοῖς, καὶ τὸν ἀγῶνα τῶν Νεμείων ἤγαγεν ἐν Κλεωναῖς, ὡς πάτριον ὄντα καὶ μᾶλλον προσήκοντα τούτοις, ἤγαγον δὲ καὶ Ἀργεῖοι, καὶ συνεχύθη τότε πρῶτον ἡ δεδομένη τοῖς ἀγωνισταῖς ἀσυλία καὶ ἀσφάλεια, πάντας τῶν Ἀχαιῶν, ὅσους ἔλαβον ἠγωνισμένους ἐν Ἄργει, διὰ τῆς χώρας πορευομένους ὡς πολεμίους ἀποδομένων. (Plutarch, Aratus, chapter 28 3:2)
(플루타르코스, Aratus, chapter 28 3:2)
- ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους κἀρρυσιάστους ξύν τ ἀσυλίᾳ βροτῶν: (Aeschylus, Suppliant Women, episode7)
(아이스킬로스, 탄원하는 여인들, episode7)
- τῆς δ ἀσυλίας τοὺς ὁρ´ους ἀλλαγῆναι συνέβη πολλάκις, Ἀλεξάνδρου μὲν ἐπὶ στάδιον ἐκτείναντος, Μιθριδάτου δὲ τόξευμα ἀφέντος ἀπὸ τῆς γωνίας τοῦ κεράμου καὶ δόξαντος ὑπερβαλέσθαι μικρὰ τὸ στάδιον, Ἀντωνίου δὲ διπλασιάσαντος τοῦτο καὶ συμπεριλαβόντος τῇ ἀσυλίᾳ μέρος τι τῆς πόλεως: (Strabo, Geography, Book 14, chapter 1 40:7)
(스트라본, 지리학, Book 14, chapter 1 40:7)
- ἔδοξέ μοι καὶ τῷ ἐμῷ συμβουλίῳ μετὰ ὁρκωμοσίας γνώμῃ δήμου Ῥωμαίων τοὺς Ιοὐδαίους χρῆσθαι τοῖς ἰδίοις θεσμοῖς κατὰ τὸν πάτριον αὐτῶν νόμον, καθὼς ἐχρῶντο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως θεοῦ ὑψίστου, τά τε ἱερὰ εἶναι ἐν ἀσυλίᾳ καὶ ἀναπέμπεσθαι εἰς Ιἑροσόλυμα καὶ ἀποδίδοσθαι τοῖς ἀποδοχεῦσιν Ιἑροσολύμων, ἐγγύας τε μὴ ὁμολογεῖν αὐτοὺς ἐν σάββασιν ἢ τῇ πρὸ αὐτῆς παρασκευῇ ἀπὸ ὡρ´ας ἐνάτης. (Flavius Josephus, Antiquitates Judaicae, Book 16 191:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 16 191:1)