ἄσυλος?
First/Second declension Adjective;
Transliteration: asylos
Principal Part:
ἄσυλος
ἄσυλη
ἄσυλον
Structure:
ἀσυλ
(Stem)
+
ος
(Ending)
Sense
- safe from violence, inviolate, safe from
- a refuge
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν. ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιὰς μεθ᾿ ὅρκων δούς, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον. (Septuagint, Liber Maccabees II 4:34)
- εἶναι δὲ σύνταξιν Ἑλληνικὴν μυρίας μὲν ἀσπίδας, χιλίους δὲ ἵππους, ναῦς δ ἑκατὸν ἐπὶ τὸν πρὸς βαρβάρους πόλεμον, Πλαταιεῖς δ ἀσύλους καὶ ἱεροὺς ἀφεῖσθαι τῷ θεῷ θύοντας ὑπὲρ τῆς Ἑλλάδος. (Plutarch, , chapter 21 1:2)
- "ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. (Plutarch, Amatorius, section 16 2:38)
- ἀλλ οἱ μὲν ἐβόων τοὺς ἀνδροφόνους ἀναιρεῖν, οἱ δ, ὥσπερ ἐπὶ Κλωδίου τοῦ δημαγωγοῦ πρότερον, ἀπὸ τῶν ἐργαστηρίων τὰ βάθρα καὶ τάς τραπέζας ἀνασπῶντες καὶ συγκομίζοντες εἰς ταὐτό παμμεγέθη πυρὰν ἔνησαν καὶ τὸν νεκρὸν ἐπιθέντες ἐν μέσῳ πολλῶν μὲν ἱερῶν, πολλῶν δ ἀσύλων καὶ ἀβεβήλων τόπων καθήγιζον. (Plutarch, Brutus, chapter 20 4:1)
- ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. (Plutarch, De defectu oraculorum, section 181)
- ἑώς μὲν οὖν φῶς ἡλίου τόδ ἔβλεπεν Πρωτεύς, ἄσυλος ἦ γάμων: (Euripides, Helen, episode 4:12)
- ὁ δ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. (Plutarch, De exilio, section 11 8:1)
- Πολὺς δὲ καὶ ἄλλος ὅμιλος ἐν τῇ στάσει διέφθαρτο καὶ δήμαρχος ἕτερος, ὁ τοῦ Γράκχου παῖς εἶναι νομιζόμενος, πρώτην δημαρχῶν ἐκείνην ἡμέραν, οὐδένα ἔτι ὠφελούσης οὔτε ἐλευθερίας οὔτε δημοκρατίας οὔτε νόμων οὔτε ἀξιώσεως οὔτε ἀρχῆς, ὅπου καὶ ἡ τῶν δημάρχων ἔς τε κώλυσιν ἁμαρτημάτων καὶ ἐς ἐπικούρησιν τῶν δημοτῶν γενομένη, ἱερὰ καὶ ἄσυλος οὖσα, τοιάδε ὕβριζε καὶ τοιάδε ἔπασχεν. (Appian, The Civil Wars, book 1, chapter 4 7:1)
- ἔνθα δὴ μέγα βοήσας ὁ Ἀντώνιος ἀνά τε ἔδραμε τῆς ἕδρας σὺν ὀργῇ καὶ περὶ τῆς ἀρχῆς ἐπεθείαζεν αὐτοῖς, ὡς ἱερὰ καὶ ἄσυλος οὖσα ὑβρίζοιτο, καὶ περὶ σφῶν, ὅτι γνώμην ἐσφέροντες, ἣν δοκοῦσι συνοίσειν, ἐξαλαύνοιντο σὺν ὕβρει, μήτε τινὰ σφαγὴν μήτε μύσος ἐργασάμενοι. (Appian, The Civil Wars, book 2, chapter 5 2:3)
- ἀνερρήθη δὲ καὶ πατὴρ πατρίδος, καὶ δικτάτωρ ἐς τὸν ἑαυτοῦ βίον ᾑρέθη καὶ ὕπατος ἐς δέκα ἔτη, καὶ τὸ σῶμα ἱερὸς καὶ ἄσυλος εἶναι καὶ χρηματίζειν ἐπὶ θρόνων ἐλεφαντίνων τε καὶ χρυσέων, καὶ θύειν μὲν αὐτὸν αἰεὶ θριαμβικῶς ἠμφιεσμένον, τὴν δὲ πόλιν ἀνὰ ἔτος ἕκαστον, αἷς αὐτὸς ἡμέραις ἐν παρατάξεσιν ἐνίκα, ἱερέας δὲ καὶ ἱερείας ἀνὰ πενταετὲς εὐχὰς δημοσίας ὑπὲρ αὐτοῦ τίθεσθαι, καὶ τὰς ἀρχὰς εὐθὺς καθισταμένας ὀμνύναι μηδενὶ τῶν ὑπὸ Καίσαρος ὁριζομένων ἀντιπράξειν. (Appian, The Civil Wars, book 2, chapter 16 1:4)