- 텍스트

Euripides, Helen, episode, dialogue 3:

(에우리피데스, Helen, episode, dialogue 3:)

τίς πρὸς πύλαισιν·? οὐκ ἀπαλλάξῃ δόμων καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις ὄχλον παρέξεις δεσπόταις· ἢ κατθανῇ Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. ὦ γραῖα, ταὐτὰ ταῦτ ἔπη κἄλλως λέγειν ἔξεστι, πείσομαι γάρ: ἀλλ ἄνες λόγον. ἄπελθ: ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, μηδένα πελάζειν τοισίδ Ἑλλήνων δόμοις. ἆ: μὴ προσείλει χεῖρα μηδ ὤθει βίᾳ. πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ αἴτιος. ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς. . . . πικρῶς ἄρ οἶμαί γ ἀγγελεῖν τοὺς σοὺς λόγους. ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. οἶκον πρὸς ἄλλον νύν τιν ἀντὶ τοῦδ ἴθι. οὔκ, ἀλλ ἔσω πάρειμι: καὶ σύ μοι πιθοῦ. ὀχληρὸς ἴσθ ὤν: καὶ τάχ ὠσθήσῃ βίᾳ. αἰαῖ: τὰ κλεινὰ ποῦ στί μοι στρατεύματα· οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ, οὐκ ἐνθάδε. ὦ δαῖμον, ὡς ἀνάξι ἠτιμώμεθα. τί βλέφαρα τέγγεις δάκρυσι· πρὸς τίν οἰκτρὸς εἶ· πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις· τίς δ ἥδε χώρα· τοῦ δὲ βασίλειοι δόμοι· Πρωτεὺς τάδ οἰκεῖ δώματ, Αἴγυπτος δὲ γῆ. Αἴγυπτος· ὦ δύστηνος, οἷ πέπλευκ ἄρα. τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος· οὐ τοῦτ ἐμέμφθην: τὰς ἐμὰς στένω τύχας. πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. ἔστ οὖν ἐν οἴκοις ὅντιν ὀνομάζεις ἄναξ· τόδ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ ἄρχει χθονός. ποῦ δῆτ ἂν εἰή· πότερον ἐκτὸς ἢ ν δόμοις· οὐκ ἔνδον: Ἕλλησιν δὲ πολεμιώτατος. τίν αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ· Ἑλένη κατ οἴκους ἐστὶ τούσδ ἡ τοῦ Διός. πῶς φῄς· τίν εἶπας μῦθον· αὖθίς μοι φράσον. ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ ἦν. πόθεν μολοῦσα· τίνα τὸ πρᾶγμ ἔχει λόγον· Λακεδαίμονος γῆς δεῦρο νοστήσας ἄπο. πότε· οὔ τί που λελῄσμεθ ἐξ ἄντρων λέχος·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION