- Ῥίζωσις φλεβῶν ἧπαρ, Ῥίζωσις ἀρτηριῶν καρδίη‧ ἐκ τούτων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ. (Hippocrates, Hippocrates Collected Works I, , xxxi.1)
(히포크라테스, Hippocrates Collected Works I, , xxxi.1)
- ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁμοίων μὲν ἀλλήλοις, ἁπλοῦ δ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στομάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναμις ἡ ἐκ τοῦ παρὰ τῆς μητρὸς ἐπιμηνίου γεννήσασα τὸ μόριον, ὥστε τὰς κατὰ μέρος ἀλλοιωτικὰς δυνάμεις τοσαύτας εἶναι καθ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη μόρια. (Galen, On the Natural Faculties., , section 615)
(갈레노스, On the Natural Faculties., , section 615)
- οὗτοι γὰρ οὔτ ἀρτηρίαι εἰσίν, ὅτι μήτε σφύζουσι μήτ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι μήθ αἷμα περιέχουσι μήτ ἐοίκεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός: (Galen, On the Natural Faculties., , section 617)
(갈레노스, On the Natural Faculties., , section 617)
- καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι ἥ τε τὸ οὖρον ὑποδεχομένη καὶ ἡ τὴν ξανθὴν χολὴν οὐ μόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ ἀποφυόμενοι πόροι, καθάπερ στόμαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. (Galen, On the Natural Faculties., , section 621)
(갈레노스, On the Natural Faculties., , section 621)
- καλεῖται δ οὕτω τὰ στερεὰ μόρια τοῦ σώματος, ἀρτηρίαι καὶ φλέβες καὶ νεῦρα καὶ ὀστᾶ καὶ χόνδροι καὶ ὑμένες καὶ σύνδεσμοι καὶ οἱ χιτῶνες ἅπαντες, οὓς στοιχειώδεις τε καὶ ὁμοιομερεῖς καὶ ἁπλοῦς ὀλίγον ἔμπροσθεν ἐκαλοῦμεν. (Galen, On the Natural Faculties., , section 77)
(갈레노스, On the Natural Faculties., , section 77)
- ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε. (Galen, On the Natural Faculties., B, section 317)
(갈레노스, On the Natural Faculties., B, section 317)
- ἀλλ ἡ μὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός. (Galen, On the Natural Faculties., B, section 654)
(갈레노스, On the Natural Faculties., B, section 654)
- καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. (Pseudo-Plutarch, Placita Philosophorum, book 1, chapter 3 14:2)
(위 플루타르코스, Placita Philosophorum, book 1, chapter 3 14:2)
- καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἰῄ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος · ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 38)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 38)
- Ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 47)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 47)