- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἰῄ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος · ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.38)
Ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.47)
ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε.
(갈레노스, On the Natural Faculties., B, section 317)
ἀλλ ἡ μὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός.
(갈레노스, On the Natural Faculties., B, section 654)
"σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν.
(플루타르코스, Quaestiones Convivales, book 7, Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι. 3:10)
"ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδ ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ.
(플루타르코스, Quaestiones Convivales, book 7, Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι. 9:20)
καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια.?
(위 플루타르코스, Placita Philosophorum, book 1, chapter 3 14:2)

SEARCH

MENU NAVIGATION