- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἀπορία?

First declension Noun; Feminine 자동번역 Transliteration: aporiā

Principal Part: ἀπορία ἀπορίας

Structure: ἀπορι (Stem) + α (Ending)

Etym.: ἄπορος

Sense

  1. (of places) a difficulty in passage
  2. difficulty, impossibility
  3. embarrassment, doubt, uncertainty, anxiety
  4. need, poverty
  5. puzzle

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • εἰ δέ τις ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, μὴ ἀπαγορευόντων τῶν νόμων, τὴν παρὰ ταύτης ἀηδίαν μυσαχθεὶς καὶ ἥν φησι κεφάλαιον τῶν πόνων τὴν εὐδαιμονίαν παραγίγνεσθαι λῆρον οἰηθείς, τοὺς μὲν ἀγκύλους ἐκείνους λόγους καὶ λαβυρίνθοις ὁμοίους ἀπέφυγε, πρὸς δὲ τὴν Ἡδονὴν ἄσμενος ἐδραπέτευσεν ὥσπερ δεσμά τινα διακόψας τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα καὶ οὐ βλακώδη φρονήσας καὶ τὸν μὲν πόνον, ὅπερ ἐστί, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτόν, ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα συνωθοῦντας ἐπὶ κεφαλὴν εἰς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ Ἐλέου βωμὸν ἐπὶ τὴν Ἡδονὴν καταφεύγοντα, ἵνα τὴν πολυθρύλητον ἀρετὴν δηλαδὴ ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ κᾆτα δι ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον· (Lucian, Bis accusatus sive tribunalia, (no name) 21:4)
  • τίς οὕτως εὐέλπις ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, δι ἡντιναδήποτε αἰτίαν ἢ τύχην - ἐῶ γὰρ τοῦτο - νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς· (Dinarchus, Speeches, 113:1)
  • "ἐμοὶ δὲ δοκεῖ καθάπερ ὁ Λυδὸς ἐφ αὑτὸν τὸν ἀνοίγειν οὐ θύραν μίαν ἀλλὰ ταῖς πλείσταις τῶν ἀποριῶν καὶ μεγίσταις περιβάλλειν τὸν Ἐπίκουρον. (Plutarch, Adversus Colotem, section 33)
  • ἐμβαλὼν δὲ εἰς χώραν τραχύτητι χαλεπὴν καὶ ὁμιχλώδη καὶ τῶν ἀπὸ σπόρου καρπῶν ἄγονον, ἀπίοις δὲ καὶ μήλοις καὶ τοιούτοις ἄλλοις ἀκροδρύοις τρέφουσαν ἀνθρώπους πολεμικοὺς καὶ θυμοειδεῖς, ἔλαθε μεγάλαις ἀπορίαις καὶ κινδύνοις περιπεσών. (Plutarch, Artaxerxes, chapter 24 1:3)
  • διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολιτικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν, πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβούμενοι νεωτερισμὸν ἀπ αὐτῶν. (Plutarch, Agesilaus, chapter 30 2:1)
  • πατάξαι σε Κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ρίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσί σε. (Septuagint, Liber Deuteronomii 28:22)
  • ὃς δίδωσι πτωχοῖς, οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται. (Septuagint, Liber Proverbiorum 28:28)
  • ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. (Septuagint, Liber Sirach 4:2)
  • καὶ βοήσει δἰ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσσης κυμαινούσης. καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. (Septuagint, Liber Isaiae 5:29)
  • καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. (Septuagint, Liber Isaiae 8:22)

Synonyms

  1. a difficulty in passage

  2. difficulty

  3. need

  4. puzzle

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION