ἀπειρόκαλος?
First/Second declension Adjective;
자동번역
Transliteration: apeirokalos
Principal Part:
ἀπειρόκαλος
ἀπειρόκαλη
ἀπειρόκαλον
Structure:
ἀπειροκαλ
(Stem)
+
ος
(Ending)
Sense
- ignorant of the beautiful, without taste, tasteless, vulgar
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον, ἕλκει τε μακρὸν ἀποτείνουσα τὸν νοῦν, συστρέψαι δὲ δέον ἐν ὀλίγοις ὀνόμασιν ἐκχεῖται εἰς ἀπειροκάλους περιφράσεις, πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη, ὑπεριδοῦσα δὲ τῶν κυρίων ὀνομάτων κἀν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 2 5:3)
- ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον. (Lucian, Abdicatus, (no name) 26:6)
- ἔστι δὲ καὶ ἄλλα πολλὰ πρὸς τοῦτο ἐπινενοημένα, ὧν οὐκ ἀναγκαῖον μεμνῆσθαι ἁπάντων, ὡς μὴ ἀπειρόκαλοι: (Lucian, Alexander, (no name) 21:11)
- λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι μήτε ὑπὲρ τὸ ἀνθρώπινον μέτρον ἐπαρθῆναι πιστεύσασαν τῇ τύχῃ, φυλάττειν δὲ ἐπὶ τοῦ ἰσοπέδου ἑαυτὴν μηδὲν ἀπειρόκαλον ἢ φορτικὸν φρονοῦσαν καὶ τοῖς προσιοῦσιν δημοτικῶς τε καὶ ἐκ τοῦ ὁμοίου προσφέρεσθαι καὶ δεξιώσεις καὶ φιλοφροσύνας φιλοφρονεῖσθαι τοσούτῳ ἡδίους τοῖς προσομιλοῦσιν, ὅσῳ καὶ παρὰ μείζονος ὅμως γιγνόμεναι οὐδὲν τραγικὸν ἐμφαίνουσιν. (Lucian, Imagines, (no name) 21:2)
- τὸ γὰρ πάντα ἐπεξιόντα μηκύνειν τὸν λόγον ἀπειρόκαλον. (Lucian, De saltatione, (no name) 35:2)
- "ἀπειρόκαλος ἄνθρωπος καὶ λιμοῦ πλέως, οὐδ ὄναρ λευκοῦ ποτε ἄρτου ἐμφορηθείς, οὔτι γε Νομαδικοῦ ἢ Φασιανοῦ ὄρνιθος, ὧν μόλις τὰ ὀστᾶ ἡμῖν καταλέλοιπεν. (Lucian, De mercede, (no name) 17:8)
- ὁ δὲ ἐμπεσὼν ἀθρόος ^ εἰς ἐμὲ ἀπειρόκαλος καὶ παχύδερμος ἄνθρωπος, ἔτι τὴν πέδην πεφρικὼς καὶ εἰ παριὼν ἄλλως μαστίξειέ τις ὄρθιον ἐφιστὰς τὸ οὖς καὶ τὸν μυλῶνα ὥσπερ τὸ Ἀνάκτορον προσκυνῶν, οὐκέτι φορητός ἐστι τοῖς ἐντυγχάνουσιν, ἀλλὰ τούς τε ἐλευθέρους ὑβρίζει καὶ τοὺς ὁμοδούλους μαστιγοῖ ἀποπειρώμενος εἰ καὶ αὐτῷ τὰ τοιαῦτα ἔξεστιν, ἄχρι ἂν ἢ ἐς πορνίδιόν τι ἐμπεσὼν ἢ ἱπποτροφίας ἐπιθυμήσας ἢ κόλαξι παραδοὺς ἑαυτὸν ὀμνύουσιν, ἦ μὴν εὐμορφότερον μὲν Νιρέως εἶναι αὐτόν, εὐγενέστερον δὲ τοῦ Κέκροπος ἢ Κόδρου, συνετώτερον δὲ τοῦ Ὀδυσσέως, πλουσιώτερον δὲ συνάμα Κροίσων ἑκκαίδεκα, ἐν ἀκαρεῖ τοῦ χρόνου ἄθλιος ἐκχέῃ τὰ κατ ὀλίγον ἐκ πολλῶν ἐπιορκιῶν καὶ ἁρπαγῶν καὶ πανουργιῶν συνειλεγμένα. (Lucian, Timon, (no name) 23:2)
- τά τε γὰρ φρονήματα ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος: (Dionysius of Halicarnassus, , chapter 469)
- οὐδὲν δ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος· (Plutarch, De Recta Ratione Audiendi, chapter, section 13 9:1)
- οὐδ ἔστιν οὐδεὶς οὕτως ἀπειρόκαλος καὶ ἀνόητος ὥστε εἰς οἰκίαν ἀφελῆ καὶ δημοτικὴν εἰσφέρειν κλίνας ἀργυρόποδας καὶ στρωμνὰς ἁλουργεῖς καὶ χρυσᾶς κύλικας καὶ τὴν τούτοις ἑπομένην πολυτέλειαν, ἀλλ ἀνάγκη συναρμόζεσθαι καὶ συνεξομοιοῦν τῇ μὲν οἰκίᾳ τὴν κλίνην, τῇ δὲ κλίνῃ τὴν ἐσθῆτα, ταύτῃ δὲ τὴν ἄλλην χορηγίαν καὶ κατασκευήν, ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρεσβύτερον ἐν Κορίνθῳ δειπνοῦντα, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν κατασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρ αὐτοῖς τὰ ξύλα φύεται. (Plutarch, Lycurgus, chapter 13 4:1)