- τῶν μέν οὖν πολλῶν ὁ Φάβιος τὴν γνώμην ἀπαρτήσας εἰς τὸ θεῖον ἡδίω πρὸς τὸ μέλλον ἐποίησεν αὐτὸς δὲ πάσας θέμενος ἐν αὑτῷ τὰς τῆς νίκης ἐλπίδας, ὡς καὶ τοῦ θεοῦ τὰς εὐπραξίας δι ἀρετῆς καὶ φρονήσεως παραδιδόντος, τρέπεται πρὸς Ἀννίβαν, οὐχ ὡς διαμαχούμενος, ἀλλὰ χρόνῳ τὴν ἀκμὴν αὐτοῦ καὶ χρήμασι τὴν ἀπορίαν καὶ πολυανθρωπίᾳ τὴν ὀλιγότητα τρίβειν καὶ ὑπαναλίσκειν βεβουλευμένος, ὅθεν ἀεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μέν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν καὶ περιφαινόμενος ἐκ διαστήματος ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς παρέχειν. (Plutarch, Fabius Maximus, chapter 5 1:1)
(플루타르코스, Fabius Maximus, chapter 5 1:1)
- καὶ γὰρ οὐκ ἄκοντί μοι δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι φίλων ἀληθῆ καὶ δίκαι εἰπεῖν πέρι. (Euripides, Suppliants, episode12)
(에우리피데스, Suppliants, episode12)
- ἀπαρθείσης δὲ τῆς τραπέζης εἰσεκομίζετο τρίπους κρατῆρα χαλκοῦν ἔχων οἴνου μεστὸν καὶ φιάλας ἀργυρᾶς δικοτύλους δύο καὶ ποτήρια τῶν ἀργυρῶν ὀλίγα παντάπασιν, ἐξ ὧν ἔπινεν ὁ βουλόμενος, ἄκοντι δὲ οὐδεὶς ποτήριον προσέφερεν. (Plutarch, Cleomenes, chapter 13 4:1)
(플루타르코스, Cleomenes, chapter 13 4:1)
- θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν Μελέαγρος. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 72 5:2)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 72 5:2)
- κατὰ τοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖς πράγμασιν ἀκμάσας ὁ Κάμιλλος ὕπατος μὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γενέσθαι, καίπερ ἐν τῷ διὰ μέσου δεξαμένης ὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολλάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλαῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτον αὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίαν καὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲ δόξαν ἰδίαν καὶ μεθ ἑτέρων στρατηγοῦντος: (Plutarch, Camillus, chapter 1 3:1)
(플루타르코스, Camillus, chapter 1 3:1)
- καὶ τῶν πραγμάτων δι ἀναρχίας φερομένων ἐς μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετ αὐτῶν διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας. (Plutarch, Camillus, chapter 39 2:1)
(플루타르코스, Camillus, chapter 39 2:1)