ἀμεταστρεπτί?
Adjective;
Transliteration: ametastrepti
Principal Part:
ἀμεταστρεπτί
Sense
- without turning, straight forward
- ἕνα δὲ καὶ αὐτὸς εἶδον, ὃς καὶ γευσάμενος τῶν παρ ἐκείνοις κακῶν, ἐπειδὴ τάχιστα λόγων ἀληθῶν ἐπήκουσεν, ἀμεταστρεπτὶ φεύγων ὡς αὐτὸν ἀφίκετο καὶ δῆλος ἦν ῥᾷον διακείμενος. (Lucian, Nigrinus, Nigrinou Fiaosofia 28:3)
- οὐ γὰρ ἄξιον, ἔφη, ὁπότε γε πάντες εἰδότες ὅτι γελωτοποιός εἰμι, ὅταν μέν τι ἀγαθὸν ἔχωσι, παρακαλοῦσί με ἐπὶ ταῦτα προθύμως, ὅταν δέ τι κακὸν λάβωσι, φεύγουσιν ἀμεταστρεπτί, φοβούμενοι μὴ καὶ ἄκοντες γελάσωσι· (Xenophon, Works on Socrates, , chapter 4 51:3)
- ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 17 1:1)
- ὡς δὲ παρήγγειλεν ὁ Σκιπίων ἀμεταστρεπτὶ διώκειν αὐτούς, τὰ δόρατα προβαλόντας, οὐκ ἔχοντες ἀναστροφὴν οἱ Νομάδες κατέφυγον ἐς τὸ στρατόπεδον. (Appian, The Foreign Wars, chapter 5 2:6)
- γενομένης δ ὁμοῦ πεζομαχίας τε καὶ ἱππομαχίας, οἱ μὲν ἱππεῖς οἱ τῶν Ῥωμαίων ἐκράτουν ὑπὸ τῆς αὐτῆς μηχανῆς, ἀμεταστρεπτὶ τοὺς Νομάδας διώκοντες, ὑποχωρεῖν εἰθισμένους καὶ ἐπελαύνειν: (Appian, The Foreign Wars, chapter 5 4:2)
Synonyms
-
without turning
- ὀρθός (straight forward, in a straight line)