- δὴ τότε διαπρεπεῖς τότ ἐγένοντο Φρύγες, ὅσον Ἄρεως ἀλκὰν ἥσσονες Ἑλλάδος ἐγενόμεθ αἰχμᾶς, ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, θανάτου προβολάν: (Euripides, episode, lyric 3:5)
(에우리피데스, episode, lyric 3:5)
- πολλῶν δὲ σημείων πρὸ φαινομένων τὰ μὲν ἄλλα χαρακτῆρα κοινὸν εἶχεν, ἐκ δὲ Ἀμερίας καὶ Τουδέρτου, πόλεων Ἰταλικῶν, ἀπηγγέλθη νυκτὸς ὦφθαι κατὰ τὸν οὐρανὸν αἰχμάς τε φλογοειδεῖς καὶ θυρεοὺς διαφερομένους τὸ πρῶτον, εἶτα συμπίπτοντας ἀλλήλοις καὶ σχήματα καὶ κινήματα λαμβάνοντας οἱᾶ γίνεται μαχομένων ἀνδρῶν, τέλος δὲ τῶν μὲν ἐνδιδόντων, τῶν δὲ ἐπιφερομένων, πάντας ἐπὶ δυσμὰς ῥυῆναι. (Plutarch, Caius Marius, chapter 17 4:1)
(플루타르코스, Caius Marius, chapter 17 4:1)
- ἐν δὲ τούτῳ Σιμίας καὶ Πολύαινος, οἵπερ ἀεὶ τῷ Φιλοποίμενι παρῆσαν μαχομένῳ καὶ συνήσπιζον, ὁμοῦ προσήλαυνον ἀμφότεροι τὰς αἰχμὰς κλίναντες ἐναντίας, φθάνει δὲ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας τῷ Μαχανίδᾳ, καὶ τὸν ἵππον αὐτοῦ μετεωρίζοντα τὴν κεφαλὴν πρὸ τοῦ σώματος ὁρῶν μικρὸν ἐνέκλινε τὸν ἴδιον, καὶ διαλαβὼν τὸ ξυστὸν ἐκ χειρὸς ὠθεῖ καὶ περιτρέπει τὸν ἄνδρα συνεπερείσας. (Plutarch, Philopoemen, chapter 10 7:1)
(플루타르코스, Philopoemen, chapter 10 7:1)
- καὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸν Ξάνθιν ἄρειόν τ Ἀγχάρην, Δίαιξίν τ ἠδ Ἀρσάκην ἱππιάνακτας, Κηγδαδάταν καὶ Λυθίμναν Τόλμον τ αἰχμᾶς ἀκόρεστον. (Aeschylus, Persians, choral, antistrophe 33)
(아이스킬로스, 페르시아인들, choral, antistrophe 33)
- παραγορεῖτο μή ποτε σφετέρας ἄτερθε ταξιοῦσθαι δαμασιμβρότου αἰχμᾶς. (Pindar, Odes, olympian odes, olympian 9 20:1)
(핀다르, Odes, olympian odes, olympian 9 20:1)