- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε, μηδ ἀκαρπίαν τεύξητ, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.?
(아이스킬로스, 에우메니데스, choral, strophe 1 1:4)
καὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸν Ξάνθιν ἄρειόν τ Ἀγχάρην, Δίαιξίν τ ἠδ Ἀρσάκην ἱππιάνακτας, Κηγδαδάταν καὶ Λυθίμναν Τόλμον τ αἰχμᾶς ἀκόρεστον.
(아이스킬로스, 페르시아인들, choral, antistrophe 33)
οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐνέπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους.
(아피아노스, The Foreign Wars, chapter 18 8:6)
στόνου δὲ καὶ οἰμωγῆς καὶ βοῆς πάντα καὶ ποικίλων παθῶν ἐνεπίμπλατο, κτεινομένων τε ἐν χερσί, καὶ ζώντων ἔτι ῥιπτουμένων ἄνωθεν ἀπὸ τῶν τεγῶν ἐς τὸ ἔδαφος, καὶ φερομένων ἐνίων ἐπὶ δόρατα ὀρθὰ ἢ αἰχμὰς ἄλλας ἢ ξίφη.
(아피아노스, The Foreign Wars, chapter 19 2:6)
κύρεις γὰρ οἱ Σαβῖνοι τὰς αἰχμὰς καλοῦσιν.
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 48 5:2)
δὴ τότε διαπρεπεῖς τότ ἐγένοντο Φρύγες, ὅσον Ἄρεως ἀλκὰν ἥσσονες Ἑλλάδος ἐγενόμεθ αἰχμᾶς, ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, θανάτου προβολάν:
(에우리피데스, episode, lyric 3:5)
προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας ἀλλήλους ταῖς ῥομφαίαις, ἑώς οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 7 16:2)
τοῖς δὲ ἱππεῦσιν μάχαιρα μὲν ἐκ δεξιῶν μακρὰ καὶ κοντὸς ἐπιμήκης ἐν χειρί, θυρεὸς δὲ παρὰ πλευρὸν ἵππου πλάγιος, καὶ κατὰ γωρυτοῦ παρήρτηνται τρεῖς ἢ πλείους ἄκοντες, πλατεῖς μὲν αἰχμάς, οὐκ ἀποδέοντες δὲ δοράτων μέγεθος:
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον γ. 120:1)
ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις, χαλκῷ τὰ πάντα χρέωνται, ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας, χρυσῷ κοσμέονται.
(헤로도토스, The Histories, book 1, chapter 215 2:3)
" οἳ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς.
(헤로도토스, The Histories, book 3, chapter 128 5:3)
νῦν ὦν μοι δοκέει αἰχμὰς μὲν καὶ τόξα μετεῖναι, λαβόντα δὲ ἕκαστον τοῦ ἵππου τὴν μάστιγα ἰέναι ἆσσον αὐτῶν.
(헤로도토스, The Histories, book 4, chapter 3 4:1)
καὶ ἔπειτα, ἐπεὰν θέωσι τὸν νέκυν ἐν τῇσι θήκῃσι ἐπὶ στιβάδος, παραπήξαντες αἰχμὰς ἔνθεν καὶ ἔνθεν τοῦ νεκροῦ ξύλα ὑπερτείνουσι καὶ ἔπειτα ῥιψὶ καταστεγάζουσι, ἐν δὲ τῇ λοιπῇ εὐρυχωρίῃ τῆς θήκης τῶν παλλακέων τε μίαν ἀποπνίξαντες θάπτουσι καὶ τὸν οἰνοχόον καὶ μάγειρον καὶ ἱπποκόμον καὶ διήκονον καὶ ἀγγελιηφόρον καὶ ἵππους καὶ τῶν ἄλλων πάντων ἀπαρχὰς καὶ φιάλας χρυσέας:
(헤로도토스, The Histories, book 4, chapter 71 5:1)
οὗτος ὁ Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ, ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια.
(헤로도토스, The Histories, book 6, chapter 35 3:1)
αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.
(헤로도토스, The Histories, book 7, chapter 61 2:9)
Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ βάρβαρον οὐκ εὐαπήγητον, ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ ἐγχειρίδια παραπλήσια τῇσι Αἰγυπτίῃσι εἶχον, πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ, καὶ λινέους θώρηκας.?
(헤로도토스, The Histories, book 7, chapter 63 2:1)

SEARCH

MENU NAVIGATION