- οὐ τοσοῦτον ὅσον Κροτωνιατῶν καὶ Μεταποντίνων καὶ Ταραντίνων καὶ τῶν ἄλλων ἀφώνων σοι ἑπομένων καὶ προσκυνούντων τὰ ἴχνη ἃ σὺ πατῶν ἀπολιμπάνοις. (Lucian, Gallus, (no name) 18:13)
(루키아노스, Gallus, (no name) 18:13)
- "ἀκούετε γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες: (Plutarch, Amatorius, section 16 2:37)
(플루타르코스, Amatorius, section 16 2:37)
- Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν ε Δηλιάδος, καὶ γένει καὶ πλούτῳ πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 2 2:4)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 2 2:4)
- ὁρᾶτε οὖν καὶ ὑμεῖς, ὦ φιλόσοφοι, οἱ παρὰ φύσιν τῇ Ἀφροδίτῃ χρώμενοι καὶ ἀσεβοῦντες εἰς τὴν θεόν, μὴ τὸν αὐτὸν διαφθαρῆτε τρόπον, τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα, ὅσον ἐοίκασι γυναικὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέαρχος, ἐμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης, πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβὼν παρὰ Μεταποντίνων γυναῖκας καὶ παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν κἀγὼ δὲ κατὰ τὴν Ἐπικράτους Ἀντιλαίδα τἀρωτίκ ἐκμεμάθηκα ταῦτα παντελῶς Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου. (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 841)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 841)
- πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα: (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 59 1:3)
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 59 1:3)
- Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ: (Pseudo-Plutarch, Placita Philosophorum, book 1, chapter 3 31:1)
(위 플루타르코스, Placita Philosophorum, book 1, chapter 3 31:1)
- Ἀναξιμένης δὲ ἀέρα καὶ Διογένης πρότερον ὕδατος καὶ μάλιστ ἀρχὴν τιθέασι τῶν ἁπλῶν σωμάτων, Ἵππασος δὲ πῦρ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος, Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα, πρὸς τοῖς εἰρημένοις γῆν προστιθεὶς τέταρτον ταῦτα γὰρ ἀεὶ διαμένειν καὶ οὐ γίγνεσθαι ἀλλ ἢ πλήθει καὶ ὀλιγότητι, συγκρινόμενα καὶ διακρινόμενα εἰς ἕν τε καὶ ἐξ ἑνός: (Aristotle, Metaphysics, Book 1 66:1)
(아리스토텔레스, 형이상학, Book 1 66:1)
- Ἵππασος Μεταποντῖνος καὶ αὐτὸς Πυθαγορικός. (Diogenes Laertius, Lives of Eminent Philosophers, h, Kef. s'. IPPASOS 1:1)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, h, Kef. s'. IPPASOS 1:1)