σελευκίς?
Third declension Noun; Feminine
자동번역
Transliteration: seleukis
Principal Part:
σελευκίς
σελευκίδος
Structure:
σελευκιδ
(Stem)
+
ς
(Ending)
Sense
- a cup, named after Seleucus
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τούτοις ἐπέβαλλον οἵ τε τὴν ἱερὰν φιάλην ἀνέχοντες, ἦν ὁ Αἰμίλιος ἐκ χρυσοῦ δέκα ταλάντων διὰ λίθων κατεσκεύασεν, οἵ τε τὰς Ἀντιγονίδας καὶ Σελευκίδας καὶ Θηρικλείους καὶ ὅσα περὶ δεῖπνον χρυσώματα τοῦ Περσέως ἐπιδεικνύμενοι. (Plutarch, Aemilius Paulus, chapter 33 2:1)
- κατόπιν δ εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα δι ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. (Plutarch, chapter 32 3:1)
- Ἀντιγονίς ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου σελευκὶς, καὶ ἀπὸ Προυσίου Προυσίας. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 261)
- τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ ἐπ ἐνίων ποτηρίων τὸ εἶδος τῆς κατασκευῆς θεωρεῖται, μάλιστα δὲ τῶν λεγομένων Σελευκίδων. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 77 1:2)
- τὸ δ ἐπὶ τῶν δυεῖν πυθμένων ζητούμενον, πῶς λέγεται τὸ δύο δ ὑπὸ πυθμένες ἦσαν, διαλύουσιν οὕτως τινές, τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχειν τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, καθότι τὰ λεγόμενα κυμβία καὶ τὰς φιάλας καὶ εἴ τι φιαλῶδές ἐστι τὴν ἰδέαν τινὰ δὲ δύο, ὥσπερ τὰ ᾠοσκύφια καὶ τὰ κανθάρια καὶ τὰς Σελευκίδας καὶ τὰ καρχήσια καὶ τὰ τούτοις ὅμοια: (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 77 1:3)
- σελευκὶς. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 98 1:4)
- "παραπλήσια Σελευκίς, Ῥοδιάς,6 Ἀντιγονίς. (Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 98 1:6)
- πόλεις ἐκτίσθησαν Καππαδοκῶν ὀκτώ, Κιλίκων δὲ καὶ κοίλης Συρίας εἴκοσι, Παλαιστίνης δὲ ἡ νῦν Σελευκίς: (Appian, The Foreign Wars, chapter 17 4:9)
- ἡ δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων, καλεῖται δὲ τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῇ πόλεις, ἐπεὶ πλείους γέ εἰσι, μέγισται δὲ τέτταρες, Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Σελεύκεια ἡ ἐν Πιερίᾳ καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια, αἵπερ καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν, Σελεύκου τοῦ Νικάτορος κτίσματα: (Strabo, Geography, book 16, chapter 2 8:1)