- οἶμαι δέ σε καὶ τῶν ἐπὶ τῆς σκηνῆς πολλάκις ἑωρακέναι τοὺς τραγικοὺς ὑποκριτὰς τούτους πρὸς τὰς χρείας τῶν δραμάτων ἄρτι μὲν Κρέοντας, ἐνίοτε δὲ Πριάμους γιγνομένους ἢ Ἀγαμέμνονας, καὶ ὁ αὐτός, εἰ τύχοι, μικρὸν ἔμπροσθεν μάλα σεμνῶς τὸ τοῦ Κέκροπος ἢ Ἐρεχθέως σχῆμα μιμησάμενος μετ ὀλίγον οἰκέτης προῆλθεν ὑπὸ τοῦ ποιητοῦ κεκελευσμένος. (Lucian, Necyomantia, (no name) 16:8)
(루키아노스, Necyomantia, (no name) 16:8)
- Κομμάτιον Χοροῦ καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μ ἐδέξατο. (Aristophanes, Plutus, Episode 4:1)
(아리스토파네스, Plutus, Episode 4:1)
- ὁρῶ γὰρ ἄγγος οὗ ξέθηκ ἐγώ ποτε - σέ γ, ὦ τέκνον μοι, βρέφος ἔτ ὄντα νήπιον, Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς. (Euripides, Ion, episode, iambics 5:5)
(에우리피데스, Ion, episode, iambics 5:5)
- παρθένοι ὀμβροφόροι ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὐάνδρον γᾶν Κέκροπος ὀψόμεναι πολυήρατον: (Aristophanes, Clouds, Parodos, antistrophe 11)
(아리스토파네스, Clouds, Parodos, antistrophe 11)
- ὁ δὲ ἐμπεσὼν ἀθρόος ^ εἰς ἐμὲ ἀπειρόκαλος καὶ παχύδερμος ἄνθρωπος, ἔτι τὴν πέδην πεφρικὼς καὶ εἰ παριὼν ἄλλως μαστίξειέ τις ὄρθιον ἐφιστὰς τὸ οὖς καὶ τὸν μυλῶνα ὥσπερ τὸ Ἀνάκτορον προσκυνῶν, οὐκέτι φορητός ἐστι τοῖς ἐντυγχάνουσιν, ἀλλὰ τούς τε ἐλευθέρους ὑβρίζει καὶ τοὺς ὁμοδούλους μαστιγοῖ ἀποπειρώμενος εἰ καὶ αὐτῷ τὰ τοιαῦτα ἔξεστιν, ἄχρι ἂν ἢ ἐς πορνίδιόν τι ἐμπεσὼν ἢ ἱπποτροφίας ἐπιθυμήσας ἢ κόλαξι παραδοὺς ἑαυτὸν ὀμνύουσιν, ἦ μὴν εὐμορφότερον μὲν Νιρέως εἶναι αὐτόν, εὐγενέστερον δὲ τοῦ Κέκροπος ἢ Κόδρου, συνετώτερον δὲ τοῦ Ὀδυσσέως, πλουσιώτερον δὲ συνάμα Κροίσων ἑκκαίδεκα, ἐν ἀκαρεῖ τοῦ χρόνου ἄθλιος ἐκχέῃ τὰ κατ ὀλίγον ἐκ πολλῶν ἐπιορκιῶν καὶ ἁρπαγῶν καὶ πανουργιῶν συνειλεγμένα. (Lucian, Timon, (no name) 23:2)
(루키아노스, Timon, (no name) 23:2)
- Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον. (Euripides, Ion, episode39)
(에우리피데스, Ion, episode39)