- τὰ δ ἄλλα τῆς ὕλης μόρια θερμότητος ἐπιλιπούσης ἀργὰ κείμενα καὶ νεκροῖς ἐοικότα ποθεῖ τὴν τοῦ πυρὸς δύναμιν, ὡς ψυχήν, καὶ προσελθούσης ἁμῶς γέ πως ἐπὶ τὸ δρᾶν τι καὶ πάσχειν τρέπεται, τοῦτ οὖν ἅτε δὴ περιττὸν ἄνδρα τὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαις συνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι καὶ φρουρεῖν ἀκοίμητον ἐν εἰκόνι τῆς τὰ πάντα κοσμούσης ἀιδίου δυνάμεως, οἱ δὲ τὸ μὲν πῦρ, ὥσπερ παρ Ἕλλησι, πρὸ ἱερῶν αἴθεσθαι καθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύπτεσθαι πᾶσι, πλὴν ταύταις ταῖς παρθένοις, ἃς Ἑστιάδας ἐπονομάζουσι: (Plutarch, Camillus, chapter 20 4:2)
(플루타르코스, Camillus, chapter 20 4:2)
- θύεται δ αὐτῇ κατ ἐνιαυτὸν ἐν τῇ οἰκίᾳ τοῦ ὑπάτου διὰ γυναικὸς ἢ μητρὸς αὐτοῦ, τῶν Ἑστιάδων παρθένων παρουσῶν. (Plutarch, Cicero, chapter 19 4:1)
(플루타르코스, Cicero, chapter 19 4:1)
- ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος, καίτοι προϊὼν καθ ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι τῶν Ἑστιάδων μιᾷ παρθένων: (Plutarch, chapter 1 1:3)
(플루타르코스, chapter 1 1:3)
- καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ, συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν, ὥσπερ ἐστὶν ἔθος, ζῶσαν κατώρυξαν, ἡ δ ὑφ ἑαυτῆς ἀπέθανε. (Plutarch, Fabius Maximus, chapter 18 3:2)
(플루타르코스, Fabius Maximus, chapter 18 3:2)
- ἡ δὲ Ταρκυνία παρθένος ἦν ἱέρεια, μία τῶν Ἑστιάδων, ἔσχε δὲ τιμὰς ἀντὶ τούτου μεγάλας, ἐν αἷς ἦν καὶ τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι μόνης γυναικῶν, τὸ δ ἐξεῖναι γαμεῖσθαι ψηφισαμένων οὐ προσεδέξατο. (Plutarch, Publicola, chapter 8 4:2)
(플루타르코스, Publicola, chapter 8 4:2)
- τοῦθ ὑφηγεῖται δὲ ὃ καὶ ὁ κοινὸς νόμος, καθάπερ οἱ Πυθαγόρειοι λέγουσιν, ὥσπερ ἱκέτιν καὶ ἀφ ἑστίας ἠγμένην ὡς ἥκιστα δεῖν δοκεῖν ἀδικεῖν: (Aristotle, Economics, Book 1 20:3)
(아리스토텔레스, 경제학, Book 1 20:3)
- "λέγω δὲ ὁμιλίας ἀξιωθῆναι καὶ ἑστίας κοινωνῆσαι καὶ εἰς τὴν πρώτην οἰκίαν τῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ καταδεχθῆναι: (Lucian, De mercede, (no name) 20:5)
(루키아노스, De mercede, (no name) 20:5)
- ω χαψε μἑλαθμον πρόπυλὰ θ ἑστίας ἐμῆς, ὡς ἄσμενὸς σ1 ἐσεῖδον ἐς φάος μολών. (Lucian, Necyomantia, (no name) 1:1)
(루키아노스, Necyomantia, (no name) 1:1)
- μηδὲ γαῖάν ποτ ἔλθοι Λάκαιναν πατρῷ- όν τε θάλαμον ἑστίας, μηδὲ πόλιν Πιτάνας χαλκόπυλόν τε θεάν, δύσγαμον αἶσχος ἑλὼν Ἑλλάδι τᾷ μεγάλᾳ καὶ Σιμοεντιάσιν μέλεα πάθεα ῥοῇσιν. (Euripides, The Trojan Women, choral, antistrophe 22)
(에우리피데스, The Trojan Women, choral, antistrophe 22)
- πρὸς τῆς Ἑστίας· (Aristophanes, Plutus, Episode 1:24)
(아리스토파네스, Plutus, Episode 1:24)