호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τευθὶς δὲ εὐπεπτοτέρα καὶ τρόφιμος, καὶ μᾶλλον ἡ μικρά:? ἡ δὲ ἑφθὴ σκληροτέρα ἐστὶ καὶ οὐκ εὔστομος. ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δ ἐστὶ καὶ δύσπεπτος: ὁ δὲ μείζων τροφιμώτερος. παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἐμφανίζει δὲ καὶ Ἄλεξις ἐν Παμφίλῃ τοῦ πολύποδος τὸ χρήσιμον λέγων ὧδε: ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι· κήρυκας, κτένας, βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ ἁδρούς. ἡ δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기