호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥττων δ ὁ μέλας τοῦ λευκοῦ καὶ ὁ ἑφθὸς τοῦ ὀπτοῦ:? οὗτος γὰρ καὶ εὐστόμαχος καὶ εὐκοίλιος. σάλπη σκληρά, ἄστομος: κρείσσων δ ἡ ἐν Ἀλεξανδρείᾳ καὶ ἡ τῷ φθινοπώρῳ γινομένη ι ὑγρόν τι γὰρ καὶ λευκόν, ἔτι δὲ καὶ ἄβρωμον ἀνίησιν. ὁ γρύλλος ὅμοιος μὲν ἐστιν ἐγχέλει, ἄστομος δέ. ὁ δ ἱέραξ σκληροσαρκότερος μὲν κόκκυγος, τοῖς δ ἄλλοις ὅμοιος: καὶ ὁ κόραξ ἱέρακος σκληρότερος, οὐρανοσκόπος δὲ καὶ ὁ ἁγνὸς καλούμενος ἢ καὶ καλλιώνυμος βαρεῖς, βῶξ δὲ ἑφθὸς εὔπεπτος, εὐανάδοτος, ὑγρὸν ἀνιείς, εὐκοίλιος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기