호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰσ θυσίασ καὶ τὰσ λαμπροτέρασ παρασκευὰσ ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνασ καὶ τοὺσ τούτων μετέχοντασ εἰλαπιναστάσ. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ’ ὁ αὐτὸσ καὶ ἔρανοσ καὶ θίασοσ καὶ οἱ συνιόντεσ ἐρανισταὶ καὶ θιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρεπόμενοσ ὄχλοσ θίασοσ, ὡσ Εὐριπίδησ φησίν ὁρῶ δὲ θιάσουσ τρεῖσ γυναικείων χορῶν. τοὺσ μὲν οὖν θιάσουσ ἀπὸ τοῦ θεοῦ προσηγόρευον καὶ γάρ αὐτοὺσ τοὺσ θεοὺσ οἱ Λάκωνεσ σιούσ φασι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기