호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
π. ἄλλωσ γὰρ οὐκ ἐπίσταμαι χρηστῶσ ἀγοράζειν. α. φράζε δή, Φιλούμενε, ὄψῳ τίνι χαίρεισ; φ. πᾶσι. α. καθ’ ἕκαστον λέγε, ἰχθὺν τίν’ ἡδέωσ φάγοισ ἄν; φ. εἰσ ἀγρὸν ἦλθεν φέρων ποτ’ ἰχθυοπώλησ μαινίδασ καὶ τριγλίδασ, καὶ νὴ Δί’ ἤρεσεν σφόδρα ἡμῖν ἅπασιν. α. εἶτα καὶ νῦν, εἰπέ μοι, τούτων φάγοισ ἄν; φ. κἄν τισ ἄλλοσ μικρὸσ ᾖ· ’ τοὺσ γὰρ μεγάλουσ τούτουσ ἅπαντασ νενόμικα ἀνθρωποφάγουσ ἰχθῦσ. α. τί φήσ, ὦ φίλτατε;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기