호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βουλόμενοσ δὲ ἀπὸ τῆσ Ἰκαρίασ εἰσ Νάξον διακομισθῆναι, Τυρρηνῶν λῃστρικὴν ἐμισθώσατο τριήρη. οἱ δὲ αὐτὸν ἐνθέμενοι Νάξον μὲν παρέπλεον, ἠπείγοντο δὲ εἰσ τὴν Ἀσίαν ἀπεμπολήσοντεσ. ὁ δὲ τὸν μὲν ἱστὸν καὶ τὰσ κώπασ ἐποίησεν ὄφεισ, τὸ δὲ σκάφοσ ἔπλησε κισσοῦ καὶ βοῆσ αὐλῶν· οἱ δὲ ἐμμανεῖσ γενόμενοι κατὰ τῆσ θαλάττησ ἔφυγον καὶ ἐγένοντο δελφῖνεσ. ὣσ δὲ αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων, ὁ δὲ ἀναγαγὼν ἐξ Αἵδου τὴν μητέρα, καὶ προσαγορεύσασ Θυώνην, μετ’ αὐτῆσ εἰσ οὐρανὸν ἀνῆλθεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기