- 텍스트

Polybius, Histories, book 18, chapter 54

(폴리비오스, Histories, book 18, chapter 54)

Ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δ Ἀριστομένης.? ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος ἡ κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις ἡ μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασιλέως.

ἐφ οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγίνωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν πρεσβευτῶν οἱ συμπαρόντες.

ὁ δ Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρέλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος ὁ Νικοστράτου.

ῥηθέντων δὲ τούτων μεταλαβὼν ὁ Σκόπας ἐπειρᾶτο μὲν φέρειν τινὰς ἀπολογισμούς, οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὴν τῶν πραγμάτων ἀλογίαν, εὐθέως οὗτος μὲν εἰς φυλακὴν ἀπήγετο μετὰ τῶν φίλων:

Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρ αὐτοῦ δίκην καθήκουσαν καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων.

ὁ γὰρ Δικαίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφ Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην.

ὃς ἐπὶ πρόδηλον ἀσέβειαν ἐκπεμπόμενος οὐχ οἱο῀ν ἄτοπόν τι πράττειν ἐνόμιζεν, ἀλλὰ τῇ τῆς ἀπονοίας ὑπερβολῇ καὶ τοὺς θεοὺς ὑπέλαβε καταπλήξεσθαι καὶ τοὺς ἀνθρώπους:

οὗ γὰρ ὁρμίσειε τὰς ναῦς, δύο κατεσκεύαζε βωμούς, τὸν μὲν Ἀσεβείας, τὸν δὲ Παρανομίας, καὶ ἐπὶ τούτοις ἔθυε καὶ τούτους προσεκύνει καθάπερ ἂν εἰ δαίμονας.

διὸ καὶ δοκεῖ μοι τυχεῖν τῆς ἁρμοζούσης δίκης καὶ παρὰ θεῶν καὶ παρ ἀνθρώπων:

παρὰ φύσιν γὰρ ἐνστησάμενος τὸν αὑτοῦ βίον εἰκότως παρὰ φύσιν καὶ τῆς εἱμαρμένης ἔτυχε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION