- 텍스트

Polybius, Histories, book 18, chapter 40

(폴리비오스, Histories, book 18, chapter 40)

Τί δήποτ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι τῆς ἀνοίας·? τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε:

καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν ἴσως οὐ θαυμαστόν, τὸ δέ, παρ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης.

ἀλλ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ Ἐπιχάρμῳ καλῶς εἰρημένον νᾶφε καὶ μέμνας ἀπιστεῖν:

ἄρθρα ταῦτα τᾶν φρενῶν. - Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. Πολύβιος ὀκτωκαιδεκάτῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION