호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν εἴτ οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλήνων.? δυσχερῶς δ ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν, θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πληροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας.
διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προκείμενα συνετέλει καὶ δι αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων.
τοιαύτης δ οὔσης δυσχρηστίας ἐν ἀμφοτέροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος.
πρὸς οὓς κοινολογηθεὶς ὁ Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων ἐν ταύταις.
γενομένης δὲ ταύτης τῆς ἐντεύξεως φιλανθρώπου, διπλασίως ἐξεκάετο τὰ τῆς ὑποψίας κατὰ τοῦ Τίτου:
οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλ ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνασθαι τούτοις ἀντοφθαλμεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기