- 텍스트

Polybius, Histories, book 18, chapter 33

(폴리비오스, Histories, book 18, chapter 33)

Φίλιππος δέ, τὰ δυνατὰ πεποιηκὼς πρὸς τὸν ἀγῶνα, τοῖς δ ὅλοις πράγμασιν ἐσφαλμένος, ἀναδεξάμενος ὅσους ἐδύνατο πλείστους τῶν ἐκ τῆς μάχης ἀνασῳζομένων, αὐτὸς μὲν ὡρ´μησε διὰ τῶν Τεμπῶν εἰς Μακεδονίαν.? εἰς δὲ τὴν Λάρισαν ἔτι τῇ προτεραίᾳ νυκτὶ διεπέμψατό τινα τῶν ὑπασπιστῶν, ἐντειλάμενος ἀφανίσαι καὶ κατακαῦσαι τὰ βασιλικὰ γράμματα, ποιῶν πρᾶγμα βασιλικὸν τὸ μηδ ἐν τοῖς δεινοῖς λήθην ποιεῖσθαι τοῦ καθήκοντος:

σαφῶς γὰρ ᾔδει διότι πολλὰς ἀφορμὰς δώσει τοῖς ἐχθροῖς καὶ καθ ἑαυτοῦ καὶ κατὰ τῶν φίλων, ἐὰν κρατήσωσι Ῥωμαῖοι τῶν ὑπομνημάτων.

ἴσως μὲν οὖν καὶ ἑτέροις ἤδη τοῦτο συμβέβηκε, τὸ τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπίνως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ νουνεχῶς:

ἐν τοῖς δὲ μάλιστα καὶ περὶ Φίλιππον τοῦτο γέγονε.

δῆλον δ ἔσται τοῦτο διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων: τὸν αὐτὸν τρόπον χρὴ καὶ τὴν μετάνοιαν αὐτοῦ δηλῶσαι καὶ τὴν εὐστοχίαν, καθ ἣν μεταθέμενος τοῖς ἐκ τῆς τύχης ἐλαττώμασιν εὐλογιστότατα δοκεῖ κεχρῆσθαι τοῖς καθ αὑτὸν καιροῖς.

Τίτος δὲ μετὰ τὴν μάχην ποιησάμενος τὴν καθήκουσαν πρόνοιαν περί τε τῶν αἰχμαλώτων καὶ τῶν ἄλλων λαφύρων, ᾔει πρὸς Λάρισαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION