- 텍스트

Polybius, Histories, book 18, chapter 12

(폴리비오스, Histories, book 18, chapter 12)

τὸν λόγον.? ἡ δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμφοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψηφίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπιτροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν. ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων.

πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, [καὶ] ὁ προειρημένος ἀνὴρ γέγονεν:

οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατ ἰδίαν ἐντεύξεις, ὥσθ ὑπερβολὴν μὴ καταλιπεῖν.

καίτοι γε [καὶ] νέος ἦν κομιδῇ:

πλείω γὰρ τῶν τριάκοντ ἐτῶν οὐκ εἶχε: καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION