호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔδοξε συγχωρεῖν τῷ Φιλίππῳ πρεσβεύειν εἰς τὴν Ῥώμην, ὁμοίως δὲ καὶ παρ αὑτῶν πέμπειν ἑκάστους πρεσβευτὰς τοὺς διαλεχθησομένους τῇ συγκλήτῳ καὶ κατηγορήσοντας τοῦ Φιλίππου.? Τοῦ δὲ πράγματος τῷ Τίτῳ τοῦ κατὰ τὸν σύλλογον κατὰ νοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμοὺς προκεχωρηκότος, παραυτίκα τὸ συνεχὲς τῆς ἐπιβολῆς ἐξύφαινε, τά τε καθ αὑτὸν ἀσφαλιζόμενος ἐπιμελῶς καὶ πρόλημμα τῷ Φιλίππῳ ποιῶν οὐδέν.
δοὺς γὰρ ἀνοχὰς διμήνους αὐτῷ τὴν μὲν πρεσβείαν τὴν εἰς τὴν Ῥώμην ἐν τούτῳ τῷ χρόνῳ συντελεῖν ἐπέταξε, τὰς δὲ φρουρὰς ἐξάγειν παραχρῆμα τὰς ἐκ τῆς Φωκίδος καὶ Λοκρίδος ἐκέλευσε.
διετάξατο δὲ καὶ περὶ τῶν ἰδίων συμμάχων φιλοτίμως, ἵνα κατὰ μηδένα τρόπον μηδὲν εἰς αὐτοὺς ἀδίκημα γίνηται κατὰ τοῦτον τὸν χρόνον ὑπὸ Μακεδόνων.
ταῦτα δὲ ποιήσας πρὸς τὸν Φίλιππον ἔγγραπτα, λοιπὸν αὐτὸς ἤδη δι αὑτοῦ τὸ προκείμενον ἐπετέλει.
καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παραχρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφ ὁπότερ ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα.
μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρ αὑτοῦ πρέσβεις, Κόιντόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελφιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄππιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα.
κατοικῶν δ ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθηναίων οἱ περὶ Κηφισόδωρον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기