- 텍스트

Polybius, Histories, book 18, chapter 9

(폴리비오스, Histories, book 18, chapter 9)

Πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν - τοῦτο δ ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος - εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια γίνεται καὶ πρὸς οὐδέν, θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὡρ´αν εἰς ὀψὲ συγκλείειν:? ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρακαλουμένοις.

τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμπορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δ ὑστεραίᾳ πάντες ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὡρ´ᾳ.

καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς συμβατικὴν διάθεσιν ἠγμένων, ἀλλ εἰ μὲν ἐνδέχεται δι αὑτῶν συμφώνους γενέσθαι περὶ τῶν ἀντιλεγομένων:

εἰ δὲ μή, πρεσβεύσειν ἔφη πρὸς τὴν σύγκλητον, κἀκείνην πείσειν περὶ τῶν ἀμφισβητουμένων, ἢ ποιήσειν ὅ, τι ποτ ἂν ἐπιτάττῃ.

ταῦτα δ αὐτοῦ προτείνοντος, οἱ μὲν ἄλλοι πάντες ἔφασαν δεῖν πράττειν τὰ τοῦ πολέμου καὶ μὴ προσέχειν τοῖς ἀξιουμένοις.

ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς οὐκ ἀγνοεῖν μὲν οὐδ αὐτὸς ἔφη διότι τὸν Φίλιππον οὐκ εἰκός ἐστι ποιῆσαι τῶν παρακαλουμένων οὐδέν:

τῷ δ ἁπλῶς μηδὲν ἐμποδίζειν τὰς σφετέρας πράξεις τὴν αἰτουμένην χάριν ὑπὸ τοῦ βασιλέως ἐκποιεῖν ἔφη χαρίζεσθαι.

κυρωθῆναι μὲν γὰρ οὐδ ὣς εἶναι δυνατὸν οὐδὲν τῶν νῦν λεγομένων ἄνευ τῆς συγκλήτου, πρὸς δὲ τὸ λαβεῖν πεῖραν τῆς ἐκείνων γνώμης εὐφυῶς ἔχειν τὸν ἐπιφερόμενον καιρόν:

τῶν γὰρ στρατοπέδων οὐδ ὣς δυναμένων οὐδὲν πράττειν διὰ τὸν χειμῶνα, τοῦτον ἀποθέσθαι τὸν χρόνον εἰς τὸ προσανενεγκεῖν τῇ συγκλήτῳ περὶ τῶν προσπιπτόντων, οὐκ ἄθετον, ἀλλ οἰκεῖον εἶναι πᾶσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION