- 텍스트

Polybius, Histories, book 18, chapter 7

(폴리비오스, Histories, book 18, chapter 7)

Ταῦτα δὲ διαλεχθεὶς πρὸς τοὺς ἄλλους ἤρετο τὸν Τίτον, φήσας πρὸς ἐκεῖνον αὑτῷ τὸν λόγον εἶναι καὶ πρὸς Ῥωμαίους, πότερον οἰέται δεῖν ἐκχωρεῖν ὧν ἐπέκτηται πόλεων καὶ τόπων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ τούτων ὅσα παρὰ τῶν γονέων παρείληφε.? τοῦ δ ἀποσιωπήσαντος ἐκ χειρὸς ἀπαντᾶν οἱοί῀ τ ἦσαν ὁ μὲν Ἀρίσταινος ὑπὲρ τῶν Ἀχαιῶν, ὁ δὲ Φαινέας ὑπὲρ τῶν Αἰτωλῶν.

ἤδη δὲ τῆς ὡρ´ας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην:

μόνος γὰρ ὢν οὐκ ἔχειν μεθ ὧν βουλεύηται: διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων.

ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος:

μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως: Εἰκότως" ἔφη "Φίλιππε, μόνος εἶ νῦν:

τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντας". ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε. ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν:

τῇ δ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὡρ´ᾳ πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ παρεγίνετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION