- 텍스트

Polybius, Histories, book 18, i. res macedoniae et graeciae

(폴리비오스, Histories, book 18, i. res macedoniae et graeciae)

Ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ παρῆν ὁ μὲν Φίλιππος ἐκ Δημητριάδος ἀναχθεὶς εἰς τὸν Μηλιέα κόλπον, πέντε λέμβους ἔχων καὶ μίαν πρίστιν, ἐφ ἧς αὐτὸς ἐπέπλει.? συνῆσαν δ αὐτῷ Μακεδόνες μὲν Ἀπολλόδωρος καὶ Δημοσθένης οἱ γραμματεῖς, ἐκ Βοιωτίας Βραχύλλης, Ἀχαιὸς δὲ Κυκλιάδας, ἐκπεπτωκὼς ἐκ Πελοποννήσου διὰ τὰς πρότερον ὑφ ἡμῶν εἰρημένας αἰτίας.

ἀπὸ δὲ τῶν ἐθνῶν καὶ πόλεων τῶν μὲν Ἀχαιῶν Ἀρίσταινος καὶ Ξενοφῶν, παρὰ δὲ Ῥοδίων Ἀκεσίμβροτος ὁ ναύαρχος, παρὰ δὲ τῶν Αἰτωλῶν Φαινέας ὁ στρατηγός, καὶ πλείους δ ἕτεροι τῶν πολιτευομένων.

συνεγγίσαντες δὲ κατὰ Νίκαιαν πρὸς τὴν θάλατταν, οἱ μὲν περὶ τὸν Τίτον ἐπέστησαν παρ αὐτὸν τὸν αἰγιαλόν, ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μετέωρος ἔμενε.

τοῦ δὲ Τίτου κελεύοντος αὐτὸν ἀποβαίνειν, διαναστὰς ἐκ τῆς νεὼς οὐκ ἔφησεν ἀποβήσεσθαι.

τοῦ δὲ πάλιν ἐρομένου τίνα φοβεῖται, φοβεῖσθαι μὲν ἔφησεν ὁ Φίλιππος οὐδένα πλὴν τοὺς θεούς, ἀπιστεῖν δὲ τοῖς πλείστοις τῶν παρόντων, μάλιστα δ Αἰτωλοῖς.

τοῦ δὲ τῶν Ῥωμαίων στρατηγοῦ θαυμάσαντος καὶ φήσαντος ἴσον εἶναι πᾶσι τὸν κίνδυνον καὶ κοινὸν τὸν καιρόν, μεταλαβὼν ὁ Φίλιππος οὐκ ἔφησεν αὐτὸν ὀρθῶς λέγειν:

Φαινέου μὲν γὰρ παθόντος τι πολλοὺς εἶναι τοὺς στρατηγήσοντας Αἰτωλῶν, Φιλίππου δ ἀπολομένου κατὰ τὸ παρὸν οὐκ εἶναι τὸν βασιλεύσοντα Μακεδόνων.

ἐδόκει μὲν οὖν πᾶσι φορτικῶς κατάρχεσθαι τῆς ὁμιλίας.

ὅμως δὲ λέγειν αὐτὸν ἐκέλευεν ὁ Τίτος ὑπὲρ ὧν πάρεστιν. ὁ δὲ Φίλιππος οὐκ ἔφη τὸν λόγον αὑτῷ καθήκειν, ἀλλ ἐκείνῳ:

διόπερ ἠξίου διασαφεῖν τὸν Τίτον τί δεῖ ποιήσαντα τὴν εἰρήνην ἄγειν. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς αὑτῷ μὲν ἁπλοῦν τινα λόγον ἔφη καθήκειν καὶ φαινόμενον.

κελεύειν γὰρ αὐτὸν ἐκ μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκχωρεῖν, ἀποδόντα τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἑκάστοις οὓς ἔχει, τοὺς δὲ κατὰ τὴν Ἰλλυρίδα τόπους παραδοῦναι Ῥωμαίοις, ὧν γέγονε κύριος μετὰ τὰς ἐν Ἠπείρῳ διαλύσεις:

ὁμοίως δὲ καὶ Πτολεμαίῳ τὰς πόλεις ἀποκαταστῆσαι πάσας, ἃς παρῄρηται μετὰ τὸν Πτολεμαίου τοῦ Φιλοπάτορος θάνατον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION