- 텍스트

Polybius, Histories, book 6, chapter 45

(폴리비오스, Histories, book 6, chapter 45)

Ἐπὶ δὲ τὴν Κρηταιῶν μεταβάντας ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος, Ξενοφῶν, Καλλισθένης, Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῇ Λακεδαιμονίων, δεύτερον δ ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν:? ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ.

σκοπεῖν δ ἐκ τούτων πάρεστι.

καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν. δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου παρ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνῃρῆσθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον φιλοτιμίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION