호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγει δ οὕτως: ἀλλ εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιππον αἰνεῖς ἢ τύγε Λευτυχίδαν, ἐγὼ δ Ἀριστείδαν ἐπαινέω ἄνδρ ἱερᾶν ἀπ Ἀθανᾶν ἐλθεῖν ἕνα λῷστον: ἐπεὶ Θεμιστοκλῆ ἤχθαρε Λατώ, ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντ ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κατᾶγεν εἰς πάτραν Ιἀλυσόν, λαβὼν δὲ τρί ἀργυρίου τάλαντ ἔβα πλέων εἰς ὄλεθρον, τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ ἐκδιώκων, τοὺς δὲ καίνων, ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δ ἐπανδόκευε γελοίως ψυχρὰ κρέα παρέχων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기