- 텍스트

Plutarch, Θεμιστοκλῆς?, chapter 21

(플루타르코스, Θεμιστοκλῆς, chapter 21)

ἦν δὲ καὶ τοῖς συμμάχοις ἐπαχθὴς περιπλέων τε τὰς νήσους καὶ χρηματιζόμενος ἀπ αὐτῶν: οἱᾶ καὶ πρὸς Ἀνδρίους ἀργύριον αἰτοῦντά φησιν αὐτὸν Ἡρόδοτος εἰπεῖν τε καὶ ἀκοῦσαι. δύο γὰρ ἥκειν ἔφη θεοὺς κομίζων, Πειθὼ καὶ Βίαν: οἱ δ ἔφασαν εἶναι καὶ παρ αὐτοῖς θεοὺς μεγάλους δύο, Πενίαν καὶ Ἀπορίαν, ὑφ ὧν κωλύεσθαι δοῦναι χρήματα ἐκείνῳ. Τιμοκρέων δ ὁ Ῥόδιος μελοποιὸς ἐν ᾄσματι καθάπτεται πικρότερον τοῦ Θεμιστοκλέους, ὡς ἄλλους μὲν ἐπὶ χρήμασι φυγάδας διαπραξαμένου κατελθεῖν, αὐτὸν δὲ ξένον ὄντα καὶ φίλον προεμένου δι ἀργύριον. λέγει δ οὕτως:

ἀλλ εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιππον αἰνεῖς ἢ τύγε Λευτυχίδαν, ἐγὼ δ Ἀριστείδαν ἐπαινέω ἄνδρ ἱερᾶν ἀπ Ἀθανᾶν ἐλθεῖν ἕνα λῷστον: ἐπεὶ Θεμιστοκλῆ ἤχθαρε Λατώ, ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντ ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κατᾶγεν εἰς πάτραν Ιἀλυσόν, λαβὼν δὲ τρί ἀργυρίου τάλαντ ἔβα πλέων εἰς ὄλεθρον, τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ ἐκδιώκων, τοὺς δὲ καίνων, ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δ ἐπανδόκευε γελοίως ψυχρὰ κρέα παρέχων: οἱ δ ἤσθιον κηὔχοντο μὴ ὡρ´αν Θεμιστοκλεῦς γενέσθαι.

πολὺ δ ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳ κέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴν καταδίκην ὁ Τιμοκρέων ᾆσμα ποιήσας, οὗ ἐστιν ἀρχή:

Μοῦσα τοῦδε τοῦ μέλεος κλέος ἀν Ἕλλανας τίθει, ὡς ἐοικὸς καὶ δίκαιον. λέγεται δ ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγεῖν συγκαταψηφισαμένου τοῦ Θεμιστοκλέους. ὡς οὖν ὁ Θεμιστοκλῆς αἰτίαν ἔσχε μηδίζειν, ταῦτ ἐποίησεν εἰς αὐτόν:

οὐκ ἄρα Τιμοκρέων μοῦνος Μήδοισιν ὁρκιατομεῖ, ἀλλ ἐντὶ κἆλλοι δὴ πονηροί: οὐκ ἐγὼ μόνα κόλουρις: ἐντὶ καὶ ἄλλαι ἀλώπεκες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION