호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν δὴ τὴν ἀκρίβειαν καὶ τὸ καθαρὸν τοῦ πολιτεύματοσ ἔβλαψεν ἢ μὴ ταῦτα πράξασ, ἔστω φιλοσοφώτερον ἐπισκοπεῖν· ὅτι δὲ ἡ τότε σωτηρία τοῖσ Ἕλλησιν ἐκ τῆσ θαλάσσησ ὑπῆρξε καὶ τὴν Ἀθηναίων πόλιν αὖθισ ἀνέστησαν αἱ τριήρεισ ἐκεῖναι, τά τ’ ἄλλα καὶ Ξέρξησ αὐτὸσ ἐμαρτύρησε. τῆσ γὰρ πεζικῆσ δυνάμεωσ ἀθραύστου διαμενούσησ ἔφυγε μετὰ τὴν τῶν νεῶν ἧτταν, ὡσ οὐκ ὢν ἀξιόμαχοσ, καὶ Μαρδόνιον ἐμποδὼν εἶναι τοῖσ Ἕλλησι τῆσ διώξεωσ μᾶλλον ἢ δουλωσόμενον αὐτούσ, ὡσ ἐμοὶ δοκεῖ, κατέλιπεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기